[ ]
Eg. — Claudianus Mons (Gebel Fatīra) — 118 AD — SB 5.8324
1 | ὑπὲρ σωτηρίας καὶ αἰωνίου νίκης Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ καὶ τοῦ σύνπαντος αὐτοῦ οἴκου |
καὶ τῆς τῶν ὑπὸ αὐτοῦ ἐπιταγέντων ἔργων ἐπιτυχίας, | |
Διὶ Ἡλίωι μεγάλωι Σαράπιδι καὶ τοῖς συννάοις θεοῖς τὸν ναὸν καὶ τὰ περὶ τὸν ναὸν πάντα | |
Ἐπαφρόδειτος δοῦλος Σειγηριανὸς, μισθωτὴς τῶν μετάλλων, κατεσκεύασεν, | |
5 | ἐπὶ Ῥαμμίωι Μαρτιάλει ἐπάρχωι Αἰγύπτου, ἐπιτρόπου τῶν μετάλλων Χρησίμου, Σεβαστοῦ ἀπελευθέρου, |
ὄντος πρὸς τοῖς τοῦ Κλαυδιανοῦ ἔργοις Ἀουίτου, (ἑκατοντά)ρχ(ου) σπείρης πρώτης Φλαουίας Κιλίκων ἱππικῆς, | |
(ἔτους) βʹ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ, Φαρμουθὶ κηʹ. |