[ ] Eg. — Porphyrites Mons (Gebel Dokhan) — 117-119 AD — SB 5.8320
1 ὑπὲρ σωτηρίας καὶ αἰωνίου νίκης τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Καίσαρος Τραϊανοῦ Ἁδριανοῦ
Σεβαστοῦ καὶ τοῦ παντὸς αὐτοῦ οἴκου, Διὶ Ἡλίωι μεγάλωι Σαράπιδι καὶ τοῖς συννάοις θεοῖς τὸν ναὸν καὶ τὰ περὶ τὸν ναὸν
Ἐπαφρόδιτος Καίσαρος Σιγηριανός, ἐπὶ Ῥαμμίῳ Μαρτιάλι ἐπάρχῳ Αἰγύπτου, Μάρκου Οὐλπίου Χρησίμου ἐπιτροπεύοντος τῶν μετάλλων, ἐπὶ (ἑκατοντά)ρχ(ου) Προκουληιανοῦ.
Search Help
Contact Us