[ ]
Eg. — Porphyrites Mons (Gebel Dokhan) — 113 AD — SB 1.4383
1 | ὑπὲρ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ |
τύχης καὶ τοῦ σύνπαντος αὐτοῦ οἴκου, Ἴσιδι θεᾷ μεγίστηι τὸ ἱερὸν ἐποίει, | |
ἐπὶ Μάρκου Ῥουτιλὶου Λούπου, ἐπάρχου Αἰγύπτου, Μάρκος Παπείριος Κέλερ, | |
δεκαδάρχης εἴλης Βουκοντίων, ἔτους ιϛʹ Τραιανοῦ τοῦ κυρίου, Μεχεὶρ τρίτηι. |