[ ]
Eg. — Athribis (Tell Atrīb, nr. Benha) — 374 AD — Milne 32,9273; Lefebvre 64 — SB 5.8699; cf. SEG 24.1194
1 | [τ]ο̣ῦ π̣αντ̣[οκ]ρ̣[άτ]ο̣ρ̣ο̣ς̣ θεοῦ θελήσαντος καὶ |
τοῦ Χριστοῦ αὐτοῦ ἐπὶ τῆς πανευδαίμονος | |
βασιλείας τῶν τὰ πάντα νεικώντων δεσποτῶν | |
ἡμῶν Οὐαλεντινιανοῦ και Οὐάλεντος | |
5 | καὶ Γρατιανοῦ τῶν αἰωνίων Αὐγούστων |
ἐν τῇ εὐτυχεστάτῃ αὐτῶν δεκαετηρίδει τετρά- | |
πυλον ἐπώνυμον τοῦ θειοτάτου βασιλέως ἡμῶν Οὐάλεντος | |
ἐκ θεμελίων ἐκτίσθη ἐπὶ τῆς ἀρχῆς τοῦ κυρίου μου | |
λαμπροτάτου ἐπάρχου τῆς Αἰγύπτου Αἰλίου | |
10 | Παλλαδίου, λογιστεύοντος καὶ ἐπικειμένου |
το͂ κτισθέντι τετραπύλῳ Φλαουίου | |
Κύρου πολειτευομένου, ἐπ’ ἀγαθῷ. |