[ ]
Eg. — Alexandria? — 3rd c. AD — Milne 21,9223; Breccia 86,147 — Kayser 101; IGRR 1.1083 — SB 5.8915
1 | εὐτυχῶς καὶ ἐπ’ ἀ̣γαθῶι Μάρκωι Αὐρηλίωι Μ̣ικκαλῶνι τῶι καὶ Θεοφίλωι, |
ἐνάρχωι γυμνασιάρχωι καὶ ἀ̣γ̣ωνοθέτη[ι], ἀπὸ τῆς ἱερᾶς θυμελικῆς | |
καὶ ξυστικῆς συ̣νόδου, ψηφίσματι τετιμημέν̣ωι, φιλοτίμως | |
ἀλίφοντι, υἱῶι Μά̣ρκου Αὐρηλίου Θεοφίλου τοῦ καὶ Ἀφροδισίου | |
5 | γυμνασιαρχήσαντος κ̣α̣ὶ ἀγω̣νοθετή̣σ̣αντος, υἱωνῶι Μάρκου |
Αὐρηλίου Εὐδαίμονος τοῦ κ̣α̣ὶ Ἀφροδισίου γυμνα̣σιαρχήσαντος | |
καὶ ἀγ̣ωνοθε̣τήσαντος, θυγατριδῷ Μ[ά]ρκου Αὐρηλίου Ἱέρ̣ακος τοῦ | |
καὶ Εὐδαίμονος γυμνασιαρχήσαντος καὶ ἀγωνοθετήσαντος, | |
ἁπάντων ἀπὸ τῆς ἱερᾶς θυμελικῆς καὶ ξυστικῆς συνόδου, | |
10 | π̣ρογ̣όνω[ν γεγ]υμνασιαρχηκότων, ψηφίσματι τετιμημένων. |
{²hedera}² [ἔ]τους πρώτου {²vac.}² Φαμενὼθ λʹ. {²hedera}² |