[ ]
Eg. — Philai Isl. — 40/1 AD — Philae 2.162; IGRR 1.1311 — SB 5.8419; SEG 37.1640
| 1 | Θεόμνηστος Πτολεμαίου, στρατηγὸς Φιλῶν, ἦλθον |
| καὶ προσεκύνησα τὴν μυριώνυμον Ἶσιν καὶ τοὺς | |
| ἐν τῶι Ἀβάτῳ θεοὺς καὶ τὸ προσκύνημα ἐποίησα | |
| Ἀπολλωνίου καὶ Διονυσίου, Ἐπιφανείων, τῶν ἐμῶν | |
| 5 | ἐπιστατῶν, καὶ τῶν τούτων τέκνων καὶ γυναικῶν |
| καὶ τῶν ἡμετέρων πάντων· (ἔτους) 〚ε̣ʹ [Γ]α[ίου Καίσαρ]ο̣ς̣ | |
| [Αὐτοκράτορος Σεβαστοῦ]〛. |