[ ] Eg. — Claudianus Mons (Gebel Fatīra) — 118 AD — Pan Dés. 42; IGRR 1.1255 — SB 5.8324; SEG 15.86
1 ὑπὲρ σωτηρίας καὶ αἰωνίου νίκης Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ καὶ τοῦ σύνπαντος αὐτοῦ οἴκου
   καὶ τῆς τῶν ὑπὸ αὐτοῦ ἐπιταγέντων ἔργων ἐπιτυχίας,
Διὶ Ἡλίωι μεγάλωι Σαράπιδι καὶ τοῖς συννάοις θεοῖς τὸν ναὸν καὶ τὰ περὶ τὸν ναὸν πάντα
    Ἐπαφρόδειτος δοῦλος Σειγηριανὸς, μισθωτὴς τῶν μετάλλων, κατεσκεύασεν,
5 ἐπὶ Ῥαμμίωι Μαρτιάλει ἐπάρχωι Αἰγύπτου, ἐπιτρόπου τῶν μετάλλων Χρησίμου, Σεβαστοῦ ἀπελευθέρου,
     ὄντος πρὸς τοῖς τοῦ Κλαυδιανοῦ ἔργοις Ἀουίτου, (ἑκατοντά)ρχ(ου) σπείρης πρώτης Φλαουίας Κιλίκων ἱππικῆς,
(ἔτους) βʹ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ, Φαρμουθὶ κηʹ.
Search Help
Contact Us