[ ]
Eg. — Kharga Oasis — Kysis (Qasr Dūsh) — 116 AD — IGRR 1.1267; SB 5.8438
| 1 | ὑπὲρ τῆς τοῦ κυρίου Αὐτοκράτορος Καίσαρος Νέρουα |
| Τραϊανοῦ Ἀρίστου Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ τύχης, ἐπὶ Μάρκου Ῥουτιλίου Λούπου | |
| ἐπάρχου Αἰγύπτου, Σαράπιδι καὶ Ἴσιδι, θεοῖς μεγίστοις, οἱ ἀπὸ τῆς Κύσεως, οἱ ἐγείραν- | |
| τες τὴν οἰκοδομὴν τοῦ πυλῶνος, εὐεργεσίας χάριν ἐποίησαν, (ἔτους) ιθʹ Αὐτοκράτορος Καίσαρος | |
| 5 | Νέρουα Τραϊανοῦ Ἀρίστου Σεβαστοῦ Γερμανικοῦ Δακικοῦς, Παχὼν αʹ. |