[ ] Eg. — Khārga Oasis — Hibis (El Hibe) — 48 AD — Hibis II.1; Prose 53 — IGRR 1.1262; SB 5.8248 — SEG 8.794
{²I. letter of the general Posidonius, 1 Febr. 49 ac.}²
1 Ποσιδώνιος στρατηγός. {²vac.}²
τῆς πεμφθείσης μοι ὑπὸ τοῦ κυρίου ἡγεμόνος
[ἐ]π̣ι̣στολῆς σὺν τῶι ὑποτεταγμένωι προστά-
[γματ]ι̣ τὰ ἀντίγραφα ὑμεῖν ὑποτέταχα, ἵν’ εἰδό-
5 [τες κ]α̣τακο̣[λ]ουθῆτε καὶ μηδὲν ὑπεναντίον τοῖς προσ-
[τεταγμένοι]ς̣ [π̣ο̣ι̣]ῆτε. vvv (ἔτους) ἐνάτου Τιβερίου Κλαυδίου Καίσαρος
[Σεβαστοῦ Γερμαν̣ι̣]κ̣[ο̣ῦ Αὐ]τοκράτορος, Μεχεὶρ vv ζʹ. {²vac.}²
7a {²II. letter of Cn. Vergili Capitonis}²
8 [Οὐεργίλιος̣ Κ̣α]π̣ίτων Ποσειδωνίωι, στρατηγῶι Ὀάσε-
[ως, χαίρειν· οὗ̣ ἐ̣π̣ὶ̣] τῆς πόλεως προέθηκα διατάγμα-
10 [τος τὸ ἀντίγραφον ἔ]πε̣μψά̣ σ[οι· β̣]ο̣ύ̣λ̣ομαι οὖν [σ]ε ἐν
[τόπωι φανερῶ̣ι̣ ἔν̣] τε τῆι μητροπόλει τοῦ νομοῦ καὶ καθ’ ἑ-
[κάστην κώμ̣η̣]ν̣ α[ὐ]τ̣ὸ προθεῖναι σαφέσι καὶ εὐσήμοις
[γράμμασιν̣] καὶ φρο[ν]τίσα̣ι̣ ἵνα γέ̣νηται ταῦ[τ’] ἐμοῦ. [vv]
13a {²III. edict of Cn. Vergili Capitonis, 7 Dec. 48 ac.}²
14 Γναῖος Οὐ[εργί]λιος Καπίτων λέγει· {²vac.}²
15 καὶ πάλαι μὲν ἤκουόν τινας δαπάνας ἀδίκους καὶ παραλαγή-
ας ὑπὸ τῶν πλεονεκτικῶς καὶ ἀνα̣ι̣δ̣ῶς ταῖς ἐξ[ο]υσί̣α̣ις ἀπο-
χρωμένων γείνεσθαι, καὶ νῦν δὲ ἐν τῆι τῶν Λιβ̣ύων μάλιστα
ἔγνων ὑποθέσει ὅτι ἀναλίσκεταί τιν̣α ἁρπ̣αζόντων ἀδε-
ῶς τῶν ἐπὶ ταῖς χρείαις ὡς ὑποκεί̣μενα̣ εἰς δαπάνας
20 καὶ ξενίας αὑτῶν τὰ μήτε ὄντα μήτε ὀφείλοντα εἶναι,
ὁμοίως δὲ καὶ̣ ἀν̣γα[ρ̣]ειῶν ὀνόματι. διὸ κελεύωι τοὺς
δ̣ι̣ο̣δεύοντας διὰ τῶν νομῶν στ̣ρατιώτας καὶ ἱππεῖς καὶ
[σ]τάτορας καὶ̣ ἑ̣κατοντάρχας καὶ χειλιάρχ̣ο̣υς καὶ το̣ὺς λο̣ι-
ποὺς ἅ̣παντα̣ς̣ μηδὲν λ̣αμβάνειν μηδ̣ὲ ἀνγαρεύειν εἰ μήι
25 τιν̣ες ἐμὰ διπλώματα ἔχου̣σ̣ιν· καὶ τούτους δὲ στέγηι μόνον δέ-
χ̣εσθαι τοὺς διερχομένους, ὑποκ̣είμενόν τε μηδένα μηδὲν πράτ-
τειν ἔξω τῶν ὑπὸ Μαξίμου σταθέντων. [ἐ]ὰν [δ̣]τις δῶι̣ ἢ ὡς δε-
δομένον λογίσηται καὶ εἰσπράξηι δημοσίᾳ, τοῦτον τὸ δ̣ε̣κ̣απλοῦν
ἐγὼι ἐκπράξωι οὗ αὐτὸς ἔπραξεν τὸν νομόν, καὶ τῶι μηνύσαντι
30 τὸ τε[τ̣ρ̣]απλάσειον μέρος δώσωι ἐκ τῆς τοῦ κατακριθέντο̣ς οὐσί[α]ς.
οἱ [δὲ β]ασιλικοὶ γραμ[μ]α̣τεῖς καὶ κωμογραμματεῖς καὶ τοπογραμ-
[ματ]εῖς κατὰ νομὸν π̣άντα ὅσα [δ]α̣πανᾶται ἐκ τοῦ νομοῦ εἴς τινα
ἢ̣ πέπρακ̣ται παραλόγως ἢ ἄλλο τ[ι] ἀν̣α̣γρ̣αφ̣[έ]σθω̣σ̣αν καὶ ἐν̣ ἡ̣[μέρ]α̣ι[ς]
ἑξήκοντα ἐπιδότωσαν, οἱ δ’ ἐπὶ τ[ῆ]ς Θηβαΐδος̣ δ̣ι̣ὰ τ̣ετρα̣μ̣ή̣ν̣ου̣, εἰς τὰ̣
35 λογιστήρια, καὶ πρὸς Βασιλείδην τὸν̣ Καίσαρος̣ ἀ̣πελε̣ύθερον̣, τ[ὸ̣ν̣] ἐπ̣ὶ̣
τοῦ λογιστηρίου, κ̣αὶ τοὺς ἐ̣κλογιστὰς πεμπέτωσαν, ἵν’ ἐά̣ν̣ τ̣[ι] παρ̣ὰ τὸ δί-
καιον λελογευμένον ἢ πεπραγμένον ᾖ, τοῦτο διορθώσομαι. ὁμ̣οίως
δ[ὲ βού]λομαι δηλοῦσθαί μ̣[οι̣ εἴ που]
π[υ̣ρ]ὸς ἢ ἀργύριον δίδ̣ο̣τ̣[αι εἰς τι]-
40 μὴν σκεπαστικοῦ· ὃ [γ̣ὰρ ἐγὼι καὶ]
πρῶτον ἀκούσας ἐ[θ̣αύμ̣ασα ὅτι τινὲς]
παρὰ τὴν τοῦ κυρίο̣υ̣ [ἡμῶν διάταξιν]
ἐτόλμησαν ἢ σκε[π̣αστικὸν ἀντὶ σκέ]-
πης τι λαμβάνει[ν̣ ἢ ἀπαιτεῖν, καὶ πολ]-
45 λάκις παρὰ τὴν [— — —c.16— — —]-
σαντος γείν[εσθαι —c.8— κεχει]-
ρογραφημέ̣[ν— — —c.15— — — τῶι]
στρατηγῶι ἐ̣π̣ι̣[δότωσαν —c.7— ἐν ἑ]-
50 ξήκοντα ἡ̣[μέραις καὶ κατὰ τὰ πρότε]-
ρον προστ[εταγμένα — — —c.11— — —]-
σθ̣ω[σ̣]α[ν̣ — — — —c.21— — — —]-
πειν πᾶσι [— — — —c.21— — — —]
καὶ τὰ ἁμα̣[ρτήματα — — —c.13— — —]
55 καὶ τοὺς τὴ̣[ν] ἀ̣[λ̣ήθειαν σῴζοντας ἀνε]-
πηρεάστους [φυλαττ— — —c.12— — —]
ἤδη προλέγω̣ι̣ ὅ̣τ̣ι̣ [— — —c.14— — —]-
των, εἰ και[— — —c.17— — — γέ]-
νοιτο, τ[ο]ύτους [δ̣ὲ —c.8— ἀναγρά]-
60 φεσθαι, [κ]αὶ [π̣έ̣μ̣πειν — — —c.12— — —]
κ̣ολάσεως [ἐ̣π̣ι̣— — —c.16— — —]-
ται τῶν [χ̣ε̣ι̣ρογραφ— — —c.12— — —]-
[ε̣ι̣]ν μοι μετα[․]μ[— —c.10— — καὶ ὅσα ἔ]-
γραψ̣α προτίθεσθ̣[αι σαφῶς ἐν τῆι μη]-
τ̣ρ̣ο̣πόλει τοῦ ὅλου ν[ομοῦ καὶ κατὰ]
65 [κώμ̣]η̣ν τὰ ἑκάστης, ἵν’ ἐξῆι τῶι βουλομέν[ωι]
[μα]θ̣ε̣ῖν τοὺς ψευσαμένους· κελεύω δὲ κα[ὶ]
[τοὺ]ς [μὲν] τ[ρ]απεζ̣είτας τῶν νομῶν τῶν
[ἐκεῖ τοὺς τ]ῶν λόγων ἀναγραφὴν ἐπικε-
[φαλαίαν ποιο]υ̣μένους πέμπειν ἐμοί τε καὶ
70 [εἰς τὰ λογιστ]ή̣ρια, [κ]αὶ πρὸς Βασιλείδην καὶ τοῖς
[ἐκλογισταῖς ἐπιδι]δόναι, ἵν’ εἰς διαλογισ-
[μὸν ἄγωνται ὥστ’ ἐ]ξ̣ αὐτῶν εἶναι φανερὸν
[τὸ ἀληθὲς καὶ τὸ ἀπ]αί̣τ̣ημα λογευθείηι· οἱ
[δὲ — — — — — — — — — — — —] τῶι ἰδίωι λό-
75 [γωι — — — — — — — ἐ]ν τῆι ἐξ ἔθους προθεσ-
[μίᾳ — — — — — — —]ν. {²vac.}²
[(ἔτους) ἐνάτου Τιβερίου Κλ]α̣[υ]δ̣ί̣[ο]υ Καίσαρος Σεβαστ[ο]ῦ̣
[Γερμανικοῦ Αὐτοκράτορο]ς vvv Χοιὰχ v ιαʹ. {²vac.}²
Search Help
Contact Us