[ ]
Eg. — Soknopaiou Nesos (Dimai) — 54 AD — Fayoum 1.75; IGRR 1.1118 — Prose 54; SB 5.8900 — SEG 39.1701bis
1 | Λούσιος 〚Γέτας〛 Κλαυδίωι Λυσα- |
νίᾳ στρατηγῶι Ἀρσινοείτου | |
χαίρειν· τὸ ὑπογεγραμμένον | |
ἔκθεμα πρόθες ἐν οἷς καθήκει | |
5 | τοῦ νομοῦ τόποις, ἵνα πάντες |
εἰδῶσι τὰ ὑπ’ ἐμοῦ κελευόμενα· | |
ἔρρωσο. | |
Λούκιος Λούσιος 〚Γέτας〛 λέγει· | |
ἐπεὶ Ἀρσινοείτου ἱερεῖς θεοῦ | |
10 | Σοκνοπαίου ἐνέτυχόν μοι |
λέγοντες εἰς γεωργίας ἄγεσθαι, | |
τούτους μὲν ἀπολύωι· ἐὰν | |
δέ τις ἐξελεγχθῆι τὰ ὑπ’ ἐμοῦ | |
ἅπαξ κεκριμένα ἢ προστα- | |
15 | χθέντα κεινήσας ἢ βουληθεὶς |
ἀμφίβολα ποιῆσαι, κατ’ ἀξιὰν | |
ἢ ἀργυρικῶς ἢ σωματικῶς | |
κολασθήσεται. (ἔτους) ιδʹ Τιβερίου | |
Κλαυδίου Καίσαρος Σεβαστοῦ, | |
20 | Γερμανικοῦ Αὐτοκράτορος, |
Φαρμοῦθι γʹ. |