OGIS 200,Add(2)
[ ] Abyssinia — Axume (Aksum) — 4th/5th c. AD — SEG 26.1813
1 ἐν τῇ πίστι τοῦ θ[εοῦ καὶ] τῇ δυ̣νά̣μ̣ι̣ τοῦ [Πα]-
τρὸς καὶ Υἱοῦ καὶ [Ἁ]γί[ο]υ [Π]νε̣ύματος, τ[ῷ]
[σ]ώσαντί μοι τὸ βασ[ίλ]ιον τῇ πίστι τοῦ υἱ[οῦ]
α̣ὐτοῦ Ἰησοῦ Χριστοῦ, τῷ βοηθήσαντί μο[ι]
5 τῷ καὶ πάντοταί μοι βοηθοῦντι ἐγὼ
Ἀζαν̣ᾶς βασιλεὺς Ἀξωμιτῶν καὶ Ὁμηρι-
[τῶν κ]α̣ὶ τοῦ Ῥεειδᾶν καὶ Σαβαειτῶν καὶ
τ̣ο̣ῦ̣ Ϲ[ιλ]ε̣ῆλ καὶ τοῦ Χάσω καὶ Βουγαειτῶν̣
[κ]α̣ὶ τ̣οῦ Τιαμῶ, ΒΙΣΙ ΑΛΗΝΕ, υἱὸς τοῦ ΕΛΛΕ-
10 ΑΜΙΔ̣Α̣, δοῦλος Χριστοῦ, εὐχαριστῶ Κυρίῳ
τῷ [θεῷ] μου καὶ οὐ δύναμαι εἰπῖν πλίρης
τὰς εὐχ̣α̣ριστίας αὐτοῦ, ὅτι οὐ δύναται
τὸ στό[μ]α̣ μου καὶ ἡ διάνοιά μου πάσας
τὰς εὐχα̣ριστίας ἅ̣σπερ ἐποίησεν μετ’ ἐ-
15 μοῦ, ὅτι ἐπ[οί]ησεν ἐμοὶ ἠσχὺν καὶ δύναμιν
καὶ ἐχαρίσ[α]τ̣ό μοι ὄ[ν]ομα μέγα διὰ τοῦ υἱοῦ
[α]ὐτοῦ εἰς ὃν ἐπ[ί]σ̣τευσα [κα]ὶ ἐποί̣η̣σ̣εν μαι ὁ-
[δ]η̣γὸν πάσης τῆς βασιλίας μου̣ δ̣ιὰ̣ τὴν πί-
στ[ι]ν τοῦ Χριστοῦ τ[ῷ] θελήματι [αὐ]τοῦ καὶ
20 δυνά̣μι τοῦ̣ Χριστοῦ, ὅτι αὐτὸς ὁ̣δήγησέν
μαι καὶ ε̣ἰς α[ὐ]τὸν πιστεύω καὶ αὐτὸς ἐγέ-
νετό μοι ὁδηγός. ἐξῆλθα πολεμῆσαι
τοὺς ΝΩΒΑ, ὅτι κατέκραξαν κατ’ αὐτῶν
οἱ ΜΑΝΓΑΡΘΩ καὶ Χ̣ΑΣΑ καὶ ΑΤΙΑΔΙΤΑΙ
25 καὶ ΒΑΡΕΩΤΑΙ λέγοντες ὅτι κατεπόνη-
σ̣α̣ν ἡμᾶς οἱ ΝΩΒΑ, βοηθήσατε ἡμῖν, ὅτι ἔ-
θληψαν ἡμᾶς ἀποκτένοντες. καὶ ἀνέστην̣
ἐν τῇ δυνάμι τοῦ θεοῦ Χριστοῦ, εἰς ὃν ἐπί-
σ̣τευσα, κ̣α̣ὶ ὁδήγησέν με. καὶ ἀνέστην ἀ-
30 πὸ Ἀξώμεος ἐν̣ μ̣ινὶ κατὰ Ἀξωμιτὰς ΜΑΓΑ-
ΒΙΘΕ ηʹ ἡμέρᾳ Ϲαμβάτῳ πίστι τοῦ θεοῦ καὶ
ἔφθασα εἰς ΜΑΜΒΑΡΙΑΝ̣ καὶ ἐκῖθεν ἐσιτάρχησα.
Search Help
Contact Us