[ ]
Nub. — Taphis (Tafa) [Dodekasch.] — 4th/5th c. AD — SB.3.6949 = 5.8546
1 | Ἀειζανᾶς βασιλεὺς Ἀξωμιτῶν κα[ὶ] |
Ὁμηριτῶν καὶ τοῦ Ῥαειδᾶν καὶ Αἰθ- | |
ιόπων καὶ Σαβαειτῶν καὶ τοῦ Σιλεῆ | |
καὶ τοῦ Τιαμῶ καὶ Βουγαειτῶν κ(αὶ) το[ῦ] | |
5 | Κάσου, βασιλεὺς βασιλέων, υἱὸς θεοῦ |
ἀνικήτου Ἄρεως, ἀτακτησάντων | |
κατὰ καιρὸν τοῦ ἔθνους τῶν Βουγαει- | |
τῶν ἀπεστίλαμεν τοὺς ἡμετέρους | |
ἀδελφοὺς Σαϊαζανᾶ κ(αὶ) τὸν Ἀδηφᾶ[ν] | |
10 | τούτους πολεμῆσαι καὶ παραδεδω- |
κότων αὐτῶν ὑποτάξαντες αὐτοὺς | |
ἤγαγον πρὸς ἡμᾶς μετὰ καὶ τῶν θρεμ- | |
μάτων αὐτῶν, βοῶν τε ͵γριβʹ καὶ προ- | |
βάτων ͵ϛσκδʹ καὶ κτηνῶν νωτοφόρω[ν χοζʹ], | |
15 | θρέψαντες αὐτοὺς βόεσίν τε καὶ ἐπισιτ[ισ]- |
μῷ ἀννών(ης), ποτίζοντες αὐτοὺς ζύτῳ τε | |
καὶ οἴνῳ καὶ ὑδρεύμασιν πάντας ἰς χορ- | |
τασίαν, οἵτινες ἦσαν τὸν ἀριθμὸν βασιλ[ί]- | |
σκοι ἓξ σὺν τῷ ὄχλῳ αὐτῶν τὸν ἀριθμὸν ͵δυκʹ, | |
20 | ἀννωνευόμενοι καθ’ ἑκάστην ἡμέραν ἄρ- |
τους σιτίνους μυ(ριάδας) βʹ ͵β, κ(αὶ) οἶνον ἐπὶ μῆνας [τέσσα]- | |
[ρας], ἄχρεις {²⁶ἄχρις}²⁶ οὗ ἀγάγουσιν αὐτοὺς πρὸς ἡμᾶς. το[ύ]- | |
[τ]ους οὖν, δωρησάμενοι αὐτοῖς πάντα τὰ ἐπι- | |
τήδια κ(αὶ) ἀμφιάσαντες αὐτούς, μετοικήσαντ[ες] | |
25 | κατεστήσαμεν ἴς τινα τόπον τῆς ἡμετέρας χ[ώ]- |
ρας καλούμενον Μάτλια, κ(αὶ) ἐκελεύσαμεν αὐ- | |
τούς πάλιν ἀννωνεύεσθαι, παρασχόμενοι | |
τοῖς ἕξασιν βασιλείσκοις βόας μυ(ριάδας) βʹ ͵<ε>ρμʹ. ὑπὲρ δὲ εὐ- | |
χαριστίας τοῦ μαι {²⁶με}²⁶ γεννήσαντος ἀνικήτου Ἄρεως | |
30 | ἀνέθηκα αὐτῷ ἀνδριάντα χρυσοῦν [ἕν]α κ(αὶ) ἀργύ- |
ραιον {²⁶ἀργύρεον}²⁶ ἕνα κ(αὶ) χαλκοῦς γʹ ἐπ’ ἀγαθῶι. |