[ ]
Abys. — Adoulis (Zula) — bef. 522-525 AD — Kosmas Ind., Topogr.Chr.2.60-63
60.373 | {²Kosmas Indikopl.,Topographia Christ. 2.60-63, I, pp. 373-379 ed. Wolska-Conus}² |
17 | <— — —> μεθ’ ἃ ἀνδρείωσας τὰ μὲν ἔγγιστα τοῦ βασιλείου <μου LSm> |
ἔθνη εἰρηνεύεσθαι κελευσας, ἐπολέμησα καὶ ὑπέταξα μάχαις | |
375.3 | τὰ ὑπογεγραμμένα ἔθνη· Γάζη ἔθνος ἐπολέμησα, ἔπειτα |
Ἀγάμε καὶ Σιγύηνε καὶ νικήσας τὴν ἡμίσειαν πάντων τῶν παρ’ | |
5 | αὐτοῖς καὶ αὐτῶν ἐμερισάμην. Αὔα καὶ Ζιγγαβηνὲ καὶ Ἀγγαβὲ |
καὶ Τιάμαα καὶ Ἀθαγαοὺς καὶ Καλαὰ καὶ Σαμῆνε ἔθνος πέραν | |
τοῦ Νείλου ἐν δυσβάτοις καὶ χιονώδεσιν ὄρεσιν οἰκοῦντας, | |
ἐν οἷς διὰ παντὸς νιφετοὶ καὶ κρύη καὶ χιόνες βαθεῖαι, | |
ὡς μέχρι γονάτων καταδύειν ἄνδρα, τὸν ποταμὸν διαβὰς | |
10 | ὑπέταξα, ἔπειτα Λασινὲ καὶ Ζαὰ καὶ Γαβαλὰ οἰκοῦντας παρ’ |
ὄρε<σ>ι θερμῶν ὑδάτων βλύοντι καὶ καταρρύτῳ. Ἀταλμῶ καὶ | |
Βεγὰ καὶ τὰ σὺν αὐτοῖς ἔθνη πάντα Ταγγαϊτῶν, τὰ μέχρι τῶν | |
τῆς Αἰγύπτου ὁρίων οἰκοῦντα, ὑποτάξας πεζεύεσθαι ἐποίησα | |
τὴν ὁδὸν ἀπὸ τῶν τῆς ἐμῆς βασιλείας τόπων μέχρι Αἰγύπτου, | |
15 | ἔπειτα Ἀννινὲ καὶ Μετίνε, ἐν ἀποκρήμνοις οἰκοῦντας ὄρεσι. |
61.375.1 | Σεσέα ἔθνος ἐπολέμησα, οὓς καὶ μέγιστον καὶ δυσβα- |
τώτατον ὄρος ἀνελθόντας περιφρουρήσας κατήγαγον, καὶ | |
377.3 | ἀπελεξάμην ἐμαυτῷ τούς τε νέους αὐτῶν καὶ γυναῖκας καὶ |
παῖδας καὶ παρθένους καὶ πάσαν τὴν ὑπάρχουσαν αὐτοῖς | |
5 | κτῆσιν. Ῥαυσῶ ἔθνη μεσόγεια λιβανωτοφόρων βαρβάρων |
οἰκοῦντα ἐντὸς πεδίων μεγάλων ἀνύδρων, καὶ Σωλάτε ἔθνος | |
ὑπέταξα, οἷς καὶ τοὺς αἰγιαλοὺς τῆς θαλάσσης φυλάσσειν | |
ἐκέλευσα. | |
62.377.1 | ταῦτα δὲ πάντα τὰ ἔθνη ὄρεσιν ἰσχυροῖς |
πεφρουρημένα αὐτὸς ἐγὼ ἐν ταῖς μάχαις παρὼν νικήσας καὶ | |
ὑποτάξας, ἐχαρισάμην αὐτοῖς πάσας τὰς χώρας ἐπὶ φόροις. | |
ἄλλα δὲ πλεῖστα ἔθνη ἑκόντα ὑπετάγη μοι ἐπὶ φόροις. καὶ | |
5 | πέραν δὲ τῆς Ἐρυθρᾶς θαλάσσης οἰκοῦντας Ἀραβίτας καὶ |
Κιναιδοκολπίτας στράτευμα ναυτικὸν καὶ πεζικὸν διαπεμψά- | |
μενος, καὶ ὑποτάξας αὐτῶν τοὺς βασιλέας φόρους τῆς γῆς | |
τελεῖν ἐκέλευσα καὶ ὁδεύεσθαι μετ’ εἰρήνης καὶ πλέεσθαι, ἀπό | |
τε Λευκῆς κώμης ἕως τῶν Σαβαίων χώρας ἐπολέμησα. | |
63.377.1 | πάντα δὲ ταῦτὰ ἔθνη πρῶτος καὶ μόνος βασιλέων τῶν |
πρὸ ἐμοῦ ὑπέταξα, δι’ ἣν ἔχω πρὸς τὸν μέγιστον θεόν μου | |
Ἄρην εὐχαριστίαν, ὅς με καὶ ἐγέννησε, δι’ οὗ πάντα τὰ ἔθνη | |
τὰ ὁμοροῦντα τῇ ἐμῇ γῇ ἀπὸ μὲν ἀνατολῆς μέχρι τῆς λιβανω- | |
5 | τοφόρου, ἀπὸ δὲ δύσεως μέχρι τῶν τῆς Αἰθιοπίας καὶ Σάσου |
379.6 | τόπων, ὑπ’ ἐμαυτὸν ἐποίησα, ἃ μὲν αὐτὸς ἐγὼ ἐλθὼν καὶ |
νικήσας, ἃ δὲ διαπεμπόμενος, καὶ ἐν εἰρήνῃ καταστήσας | |
πάντα τὸν ὑπ’ ἐμοὶ κόσμον κατῆλθον εἰς τὴν Ἀδουλὶ τῷ Διὶ | |
καὶ τῷ Ἄρεει καὶ τῷ Ποσειδῶνι θυσιάσαι ὑπὲρ τῶν πλοϊζο- | |
10 | μένων· ἀθροίσας δέ μου τὰ στρατεύματα καὶ ὑφ’ ἓν ποιήσας, |
ἐπὶ τούτῳ τῷ τόπῳ καθίσας τόνδε τὸν δίφρον παραθήκην τῷ Ἄρεει | |
ἐποίησα ἔτει τῆς ἐμῆς βασιλείας εἰκοστῷ ἑβδόμῳ. | |
Scholia.60,3.1 | Γάζη: σχόλιον· Γάζην λέγει τοὺς Ἀξωμίτας· ἄχρι γ<ὰρ καὶ> τοῦ νῦν Ἀγάζη αὐτοὺς ὀνομάζουσι. LS |
60,4.1 | Σιγύηνε: Σιγύηνε τοὺς Σουσκινίτας καλεῖ καὶ τὰ ἐγγὺς αὐτῶν ἔθνη. LS |
60,5.1 | Ζιγγαβηνὲ καὶ Ἀγγαβὲ: σχόλιον· τὰ ἐγγὺς Ἀδουλέως λέγει ἔθνη τῶν Τιγρητῶν. LS |
60,6.1 | Τιάμαα: Τιάμα τοὺς λεγομένους Τζιαμῶ, καὶ τοὺς Γαμβελὰ καὶ τὰ ἐγγὺς αὐτῶν λέγει ἔθνη τὰ πέραν τοῦ Νείλου. LSV |
60,10.1 | Λασινὲ καὶ Ζαὰ καὶ Γαβαλὰ: <τα>ῦτα ἔθνη <ἕ>ως τῆς σήμε<ρο>ν οὕτως <κ>αλοῦνται. V |
60,11.1 | Ἀταλμῶ: <το>ὺς Βλέμμυας <οὕτ>ως <γὰρ> καλοῦσιν οἱ Αἰθίοπες· τοὺς Ταγ<γαΐτα>ς <καλεῖ> τοὺς Ἀτια<βιτη> καὶ τοὺς Ἀδρα<—>ς. L |
60,15.1 | Ἀννίνε: <Ἀννίνε> καὶ Μετίνε ἕως τοῦ νῦν ταῦτα τὰ ἔθνη οὕτω καλοῦνται. LS |
61,1.1 | Σεσέα: τὰ τῆς Βαρβαρίας ἔθνη ἐνταῦθα δηλοῖ. V |
61,3.1 | Σωλάτε: Σωλάτε γὰρ τοὺς ἐπὶ τὴν Βαρβαρίαν Τιγρῆτας τοὺς παραλίους λέγει. LS |
1 | Σωλάτε: Σολάτε λεγόμενοι Τιγρῆται οἱ παραθ<αλάσσι>οι ἐπὶ τὴν Βαρβαρίαν. V |
61,5.1 | Ῥαυσῶ ἔθνη: σχόλιον· τὰ τῆς Βαρβαρίας ἔθνη λέγει. S |
62,3.1 | ἐπὶ φόροις: μέχρι τοῦ νῦν ὅλοι οἱ Τιγρῆται τὰ παράλια οἰκοῦσι μέρη ἀπὸ Ἀδουλέως μέχρι τῶν τῆς Βαρβαρίας τόπων. LS |
62,5.1 | Ἀραβίτας ἐνταῦθα τοὺς Ὁμηρίτας καλεῖ καὶ Κιναιδοκολπίτας τοὺς παραλίους Ἀδονίτας καλεῖ. LS |
1 | πέραν δὲ τῆς Ἐρυθρᾶς θαλάσσης οἰκοῦντας: Ἀρραβίτας καὶ Κιναιδοκολπίτας τοὺς εἰς τὸν Ὁμηρίτην σημαίνει, τούτ’ ἐστὶ τοὺς ἐν τῇ Εὐδαίμονι Ἀρραβίᾳ. V |
62,9a.1 | Λευκῆς κώμης: Λευκὴν κόμην καλεῖ τὸ λεγόμενον Λευκόγην ἐπὶ τὰ μέρη τῶν Βλεμμύων ὂν παρὰ θάλασσαν. LS |
1 | Λευκῆς κώμης: εἰς τὰ μέρη τῶν Βλεμμύων ἐστὶν κώμη καλουμένη τὸ Λευκογην. V |
62,9b.1 | Σαβαίων χώρα πάλιν εἰς τὸν Ὁμηρίτην ἐστίν. V |
1 | Σαβέων χώραν τὸν Ὁμηρίτην λέγει. LS |
63,1.1 | αὕτη ἡ Σάσου χώρα ὑστάτη ἐστὶν τῶν Αἰθιόπων, ἔνθα |
καὶ πολὺ χρυσίον ἐστίν, τὸ λεγόμενον τάγχαρας. ἐπέκεινα δὲ ταύτης | |
ὁ ὠκεανὸς παράκειται, ὥσπερ καὶ τῶν Βαρβαρεωτῶν τῶν καὶ τὸν | |
λίβανον ἐμπορευομένων. V | |
5 | |
1 | Αἰθιοπίας καὶ Σάσου τόπων: Σάσου καὶ λιβανωτοφόρον καλεῖ τὰς πέραν |
τῶν Ἀιθιόπων χώρας, τὴν μὲν Σάσου, εἰς νότον καὶ δύσιν κει- | |
μένην, τὴν δὲ Βαρβαρίαν εἰς νότον καὶ ἀνατολὴν κειμένην. Βαρβαρία | |
δέ ἐστὶν ἡ τὸν λίβανον ποιοῦσα γῆ. ἡ δὲ Σάσου χώρα ὑστάτη ἐστὶ | |
5 | τῶν Αἰθιόπων, ἔνθα καὶ πολὺ χρυσίον ἐστίν, τὸ λεγόμενον τάγχαρας. |
ἐπέκεινα δὲ ταύτης ὁ ὠκεανὸς παράκειται, ὥσπερ καὶ τῶν Βαρβαρεωτῶν | |
τῶν καὶ τὸν λίβανον ἐμπορευομένων. V |