[ ] Eg. — Soknopaiou Nesos (Dimai) — 104 BC — Fayoum 1.69; SB 5.8884 — SEG 26.1747
1 ὑπὲρ βασιλίσσ[η]ς Κλεοπάτ[ρας]
θεᾶς Εὐεργετίδος κ[αὶ] βασιλέως Πτολεμαίο[υ]
τοῦ καὶ Ἀλεξάνδρου, θεοῦ Φιλομήτορος,
[Ἴ]σιδι Σονονάει, θε[ᾶι] μεγίστηι, καὶ
5 Ἁρποχράτηι {²⁶Ἁρποκράτηι}²⁶ καὶ Πρεμά[ρ]ρει, θεοῖς Εὐχαρίστοις,
Διονύσιος Δημητρίου κ[α]ὶ Θάσ[η]ς Φίλων[ος ἡ] γυνὴ
καὶ τὰ τέκνα τὴν εἰς τ[ὴ]ν ἀπὸ τοῦ δρόμου
Πρεμαρρείους ἄγουσαν εὐθεῖαν ὁδὸν ἐπ[ὶ]
τὸν Νάβλα καὶ τὰς γεφύρας πρὸς εὐχέ[ρειαν]
10 ὡδοποιημένην εἰς ἀμφότ[ε]ρα τὰ ἱερα τή[ν τε]
[δα]πάνην καὶ τὸν βωμό[ν],
       (ἔτους) ιγʹ το<ῦ> καὶ ιʹ, Ἐπεὶφ κγʹ.
Search Help