[ ]
Eg. — Satis Isl. (es-Sehel) [First Cataract] — 143-142? BC — Th.Sy. 303; SB 5.8394
1 | ὑπὲρ βασιλέως Πτολεμαίου καὶ βασιλίσσης |
Κλεοπάτρας τῆς ἀδελφῆς, θεῶν Εὐεργετῶν, | |
καὶ τῶν τέκνων Ἡρώιδης Δημοφῶντος | |
Βερενικεὺς, ὁ ἀρχισωματοφύλαξ καὶ στρατηγός, | |
5 | καὶ οἱ συνάγοντες ἐν Σήτει τῆι τοῦ Διονύσου |
νήσωι βασιλισταὶ ὧν τὰ ὀνόματα ὑπόκειται, | |
Χνούβει τῶι καὶ Ἄμμωνι, Σάτει τῆι καὶ Ἥραι, | |
Ἀνούκει τῆι καὶ Ἑστίαι, Πετεμπαμέντει τῶι καὶ | |
Διονύσωι, Πετενσήτει τῶι καὶ Κρόνωι, Πετενσήνε[ι] | |
10 | τῶι καὶ Ἑρμεῖ, θεοῖς μεγάλοις, καὶ τοῖς ἄλλοις τοῖς |
ἐπὶ τοῦ Καταράκτου δαίμοσιν τὴν στήλην κα<ὶ τ>ὰ | |
πρὸς τὰς θυσίας καὶ σπονδὰς τὰς ἐσομένας | |
ἐν τῆι συνόδωι κατὰ τὰς πρώτας ἐνάτας τοῦ | |
μηνὸς ἑκάστου καὶ τὰς ἄλλας ἐπωνύμους ἡμέρας | |
15 | δι’ ἑκάστου εἰσενηνεγμένα χρήματα, v ἐπὶ v |
Παπίου τοῦ Ἀμμωνίου προστάτου καὶ | |
Διονυσίου τοῦ Ἀπολλωνίου ἱερέως τῆς συνόδου· | |
I.18 | Ἡρώιδης Δημοφῶντος, |
Ἑρμίας Ἀμμωνίου, | |
20 | Παπίας Ἀμμωνίου, |
Διονύσιος Ἀπολλωνίου, | |
Φιλάμμων Φιλάμμωνος, | |
Ἀμμώνιος Ἀπολλωνίου, | |
Πετεαρόηρις Φανούφιος, | |
25 | Δωρίων Ἀπολλωνίου, |
Ψένχνουβις Πελαίου, | |
Πανίσκος Κεφάλωνος, | |
Ψενπόηρις Πετήσιος, | |
Πρώταρχος Πρωτάρχου, | |
30 | Πρωτίων Ἡρακλείδου, |
Σαραπίων Ἀπολλωνίου, | |
Διονύσιος Κεφάλωνος, | |
Πάχνοῦβις Τοτέους, | |
Πελαίας Πελαίου, | |
II/III.35 | Σαραπίων Ἀμμωνίου, Ἀμμώνιος Ἀπ̣ο̣λ̣λωνίου, |
Ἀσκληπιάδης Πτολεμαίου, Ξεινιάδης | |
Ἰτάγου, | |
Διονύσιος Ἀμμωνίου, Ἁρμόδιος Βασιλείδου, | |
Νησιώτης — — —, | |
40 | Διονύσιος Ἀμμωνίου, |
Ἀσκληπιάδης Διονυσίου, | |
Διονύσιος Σω̣κράτου, Εὐμένης Διονυ(σίου), | |
Ἀπολλώνιος Ἰτάγου, | |
Πελαίας Ζμενιχνούβιος. |