[ ] Eg. — Satis Isl. (es-Sehel) [First Cataract] — 152-145 BC — Th.Sy. 302; Louvre 14 — SB 5.8878
1 βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι
Κλεοπάτραι τῆι ἀδελ[φῆι, θε]οῖς Φιλομήτορσ[ι],
καὶ τοῖς τούτων τέκνοις καὶ Ἄμμωνι
τῶι καὶ Χνού[βει κ]αὶ [Ἥ]ραι [τῆι κ]αὶ Σάτει,
5 καὶ Ἑστίαι [τ][ι καὶ] Ἀνούκ[ει] καὶ Διονύσωι
τῶι καὶ Πετε̣μπαμέ̣ντει κ[α]ὶ τοῖς ἄλλοις
θεοῖς ὑπὲρ Βοήθου τοῦ Νικοστράτου
Χρυσαορέως, τοῦ ἀρ̣χισωμ̣ατοφύλακος
καὶ στρατηγοῦ καὶ τί]στου τῶν ἐν τῆ[ι]
10 Τριακοντασχοίνωι πόλεων Φιλομητορίδ[ος]
καὶ Κλεοπάτρας, εὐ[ν]οίας ἕνε[κ]εν
ἧς ἔχων διατελ[εῖ] πρ[ός τε τὸν βασιλέα]
καὶ τὴν βασίλισσαν κ[αὶ τὰ τέκνα α]ὐτῶν,
Ἡρώιδης Δημοφῶντος Π̣ε̣ρ̣[γα]μηνὸς
15 τῶν διαδό[χω]ν καὶ ἡγεμὼν ἐ[π’ ἀ]νδρῶν
καὶ φρούραρχος Συήνης [καὶ γερρ]οφύλαξ
καὶ ἐπὶ τῶν ἄνω τόπων [τεταγμένος] καὶ
προφήτης τοῦ Χν[ούβεως] κ[αὶ ἀρχ]ιστολιστ[ὴ]ς
τῶν ἐν Ἐλεφαντίνηι [καὶ Ἀβάτωι] καὶ Φίλαις
20 ἱερῶν καὶ οἱ ἄλλοι [ἱερεῖς τῆς πεν]τ̣αφυλίας
τοῦ Χνόμω Νεβιὴβ [καὶ θεῶν Ἀδελφῶν καὶ]
θεῶν Εὐεργετῶν [καὶ θεῶν Φιλο]πατόρων
καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος
καὶ θεῶν Φιλομητόρων, οἱ τὴ[ν] σύνοδον
25 συνεσταμένο[ι εἰς τὸ ἐν Σήτει] ἱερό[ν],
ὅπως ἄγωσι[ν εἰς τιμὴν Πτολεμαίου τ]ε τοῦ
βασιλέως κα[ὶ] τ[ῆ]ς [β]ασιλίσση[ς] καὶ τῶν
τέκνων αὐτῶν ἐ[νιαυσίας ἑ]ο[ρ]τὰς κα[ὶ]
τὴν γενέθλιον ἡμέραν [τὴν Βοή]θου
30 κατὰ τὸν κείμενον [βασιλικ]ὸν νόμο[ν],
ὧν τὰ ὀνόματα ὑπ[ογέγραπαι].
Search Help
Contact Us