[ ]
Eg. — Satis Isl. (es-Sehel) [First Cataract] — 152-145 BC — Th.Sy. 302; Louvre 14 — SB 5.8878
1 | βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι |
Κλεοπάτραι τῆι ἀδελ[φῆι, θε]οῖς Φιλομήτορσ[ι], | |
καὶ τοῖς τούτων τέκνοις καὶ Ἄμμωνι | |
τῶι καὶ Χνού[βει κ]αὶ [Ἥ]ραι [τῆι κ]αὶ Σάτει, | |
5 | καὶ Ἑστίαι [τ]ῆ[ι καὶ] Ἀνούκ[ει] καὶ Διονύσωι |
τῶι καὶ Πετε̣μπαμέ̣ντει κ[α]ὶ τοῖς ἄλλοις | |
θεοῖς ὑπὲρ Βοήθου τοῦ Νικοστράτου | |
Χρυσαορέως, τοῦ ἀρ̣χισωμ̣ατοφύλακος | |
καὶ στρατηγοῦ καὶ [κτί]στου τῶν ἐν τῆ[ι] | |
10 | Τριακοντασχοίνωι πόλεων Φιλομητορίδ[ος] |
καὶ Κλεοπάτρας, εὐ[ν]οίας ἕνε[κ]εν | |
ἧς ἔχων διατελ[εῖ] πρ[ός τε τὸν βασιλέα] | |
καὶ τὴν βασίλισσαν κ[αὶ τὰ τέκνα α]ὐτῶν, | |
Ἡρώιδης Δημοφῶντος Π̣ε̣ρ̣[γα]μηνὸς | |
15 | τῶν διαδό[χω]ν καὶ ἡγεμὼν ἐ[π’ ἀ]νδρῶν |
καὶ φρούραρχος Συήνης [καὶ γερρ]οφύλαξ | |
καὶ ἐπὶ τῶν ἄνω τόπων [τεταγμένος] καὶ | |
προφήτης τοῦ Χν[ούβεως] κ[αὶ ἀρχ]ιστολιστ[ὴ]ς | |
τῶν ἐν Ἐλεφαντίνηι [καὶ Ἀβάτωι] καὶ Φίλαις | |
20 | ἱερῶν καὶ οἱ ἄλλοι [ἱερεῖς τῆς πεν]τ̣αφυλίας |
τοῦ Χνόμω Νεβιὴβ [καὶ θεῶν Ἀδελφῶν καὶ] | |
θεῶν Εὐεργετῶν [καὶ θεῶν Φιλο]πατόρων | |
καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος | |
καὶ θεῶν Φιλομητόρων, οἱ τὴ[ν] σύνοδον | |
25 | συνεσταμένο[ι εἰς τὸ ἐν Σήτει] ἱερό[ν], |
ὅπως ἄγωσι[ν εἰς τιμὴν Πτολεμαίου τ]ε τοῦ | |
βασιλέως κα[ὶ] τ[ῆ]ς [β]ασιλίσση[ς] καὶ τῶν | |
τέκνων αὐτῶν ἐ[νιαυσίας ἑ]ο[ρ]τὰς κα[ὶ] | |
τὴν γενέθλιον ἡμέραν [τὴν Βοή]θου | |
30 | κατὰ τὸν κείμενον [βασιλικ]ὸν νόμο[ν], |
ὧν τὰ ὀνόματα ὑπ[ογέγραπαι]. |