[ ]
Eg. — Bolbitine (Raschīd--Rosetta) — Ghazi — 174-172 BC — SB 5.8877
1 | βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι |
Κλεοπάτραι, θεοῖς Φιλομήτορσι, τοῖς | |
ἐγ βασιλέως Πτολεμαίου καὶ | |
βασιλίσσης Κλεοπάτρας, θεῶν | |
5 | Ἐπιφανῶν καὶ Εὐχαρίστων, |
χρηματισταὶ οἱ τὸ ηʹ καὶ θʹ (ἔτος) | |
κεχρηματικότες ἐν τῶι | |
Προσωπίτηι καὶ τοῖς ἄλλοις | |
τοῖς μεμερισμένοις νομοῖς | |
10 | Ἡρακλέων Πυθαγόρου, |
Νικόστρατος Δημητρίου, | |
Ἄρειος Διονυσίου, | |
καὶ εἰσαγωγεὺς Ἀμύντας Ἀμύντου | |
καὶ γραμματεὺς Δημήτριος Ἀπολλωνίου | |
15 | καὶ ὑπηρέτης Μεννέας Διονυσίου. |