[ ]
Abys. — Adoulis (Zula) — 240 BC — Kosmas Ind., Topogr.Chr.2.58-59
{²Kosmas Indikopl.,Topographia Christ. 2.58-59, I, pp. 371-373 ed. Wolska-Conus}² | |
1 | βασιλεὺς μέγας Πτολεμαῖος, υἱὸς βασιλέως Πτολεμαίου |
καὶ βασιλίσσης Ἀρσινόης θεῶν Ἀδελφῶν, τῶν βασιλέω<ς> | |
Πτολεμαίου καὶ βασιλίσσης Βερενίκης θεῶν Σωτήρων | |
ἀπόγονος, τὰ μὲν ἀπὸ πατρὸς Ἡρακλέος {²⁷Ἡρακλέως VS, Ἡρακλέους Ditt.}²⁷ τοῦ Διός, τὰ δὲ ἀπὸ μη- | |
5 | τρὸς Διονύσου τοῦ Διός, παραλαβὼν παρὰ τοῦ πατρὸς |
τὴν βασιλείαν Αἰγύπτου καὶ Λιβύης καὶ Συρίας | |
καὶ Φοινίκης καὶ Κύπρου καὶ Λυκίας καὶ Καρίας καὶ τῶν | |
Κυκλάδων νήσων ἐξεστράτευσεν εἰς τὴν Ἀσίαν μετὰ | |
δυνάμεως {²⁷δυνάμεων LSm Ditt.}²⁷ πεζικῶν καὶ ἱππικῶν καὶ ναυτικοῦ στόλου | |
10 | καὶ ἐλεφάντων Τρωγλοδυτικῶν {²⁷Τρωγοδυτικῶν}²⁷ καὶ Αἰθιοπικῶν, οὓς ὅ τε πατὴρ |
αὐτοῦ καὶ αὐτὸς πρῶτος {²⁷πρῶτο<ι> Ditt.}²⁷ ἐκ τῶν χωρῶν τούτων ἐθήρευσαν | |
καὶ καταγαγόντες εἰς Αἴγυπτον κατεσκεύασαν <πρὸς τὴν L> | |
πολεμικὴν χρείαν. κυριεύσας δὲ τῆς τε ἐντὸς Εὐφράτου | |
χώρας πάσης καὶ Κιλικίας καὶ Παμφυλίας καὶ Ἰωνίας καὶ τοῦ Ἑλ- | |
15 | λησπόντου καὶ Θράικης καὶ τῶν δυνάμεων <καὶ V> τῶν ἐν ταῖς χώραις |
ταύταις πασῶν καὶ ἐλεφάντων Ἰνδικῶν, καὶ τοὺς μονάρχους τοὺς ἐν | |
τοῖς τόποις πάντας ὑπηκόους καταστήσας διέβη τὸν Εὐφράτην | |
ποταμὸν καὶ τὴν Μεσοποταμίαν καὶ Βαβυλωνίαν καὶ Σουσι- | |
ανὴν καὶ Περσίδα καὶ Μηδείαν καὶ τὴν λοιπὴν πᾶσαν ἕως | |
20 | Βακτριανῆς ὑφ’ ἑαυτῶι ποιησάμενος καὶ ἀναζητήσας ὅσα |
ὑπὸ τῶν Περσῶν ἱερά ἐξ Αἰγύπτου ἐξήχθη καὶ ἀνακο- | |
μίσας μετὰ τῆς ἄλλης γάζης τῆς ἀπὸ τῶν τόπων εἰς Αἴ- | |
γυπτον δυνάμεις ἀπέστειλε διὰ τῶν ὀρυχθέντων πο- | |
ταμῶν ... |