[ ]
Eg. — Ptolemaïs Hermiou (El Manshāh) — 269-246 BC — Milne 17,9270; Prose 3 — SB 5.8854
1 | ἔδοξεν τοῖς τεχνίταις τοῖς περὶ τὸν |
Διόνυσον καὶ θεοὺς Ἀδελφοὺς καὶ τοῖς | |
τὴν σύνοδον νέμουσιν, στεφανῶσαι | |
Διονύσιον Μουσαίου πρύτανιν διὰ βίου | |
5 | κισσοῦ στεφάνωι κατὰ τὰ πάτρια εὐνοίας |
ἕνεκα τῆς εἰς τὴν πόλιν τῶν Πτολεμαιέων | |
καὶ τοὺς τεχνίτας τοὺς [περὶ] τὸν μέγαν | |
Διόνυσον καὶ θεοὺς Ἀδελφούς. | |
ἀναγ[ορε]ύσαι δὲ τὸν στέφανον τοῖς | |
10 | Διονυσίοις καὶ ἀναγραφῆναι [τὸ] |
ψήφισ[μα] τόδε εἰς στή[λ]ην [καὶ] ἀναθεῖναι | |
πρὸ τοῦ νεὼ τοῦ Διονύσου. τὸ δὲ ἀνάλωμα | |
τὸ εἰς τὴν στήλην δοῦναι τὸν οἰ[κον]όμο[ν] | |
Σωσίβιον. |