[ ]
Eg. — Athribis (Tell Atrīb, nr. Benha) — 374 AD — Lefebvre 64
| 1 | [τ]ο̣ῦ π̣αντ̣[οκ]ρ̣[άτ]ο̣ρ̣ο̣ς̣ θεοῦ θελήσαντος καὶ |
| τοῦ Χριστοῦ αὐτοῦ ἐπὶ τῆς πανευδαίμονος | |
| βασιλείας τῶν τὰ πάντα νεικώντων δεσποτῶν | |
| ἡμῶν Οὐαλεντινιανοῦ και Οὐάλεντος | |
| 5 | καὶ Γρατιανοῦ τῶν αἰωνίων Αὐγούστων |
| ἐν τῇ εὐτυχεστάτῃ αὐτῶν δεκαετηρίδει τετρά- | |
| πυλον ἐπώνυμον τοῦ θειοτάτου βασιλέως ἡμῶν Οὐάλεντος | |
| ἐκ θεμελίων ἐκτίσθη ἐπὶ τῆς ἀρχῆς τοῦ κυρίου μου | |
| λαμπροτάτου ἐπάρχου τῆς Αἰγύπτου Αἰλίου | |
| 10 | Παλλαδίου, λογιστεύοντος καὶ ἐπικειμένου |
| το͂ κτισθέντι τετραπύλῳ Φλαουίου | |
| Κύρου πολειτευομένου, ἐπ’ ἀγαθῷ. |