[ ]
Eg. — Memphis (Mit Riheina) — El Badrshein — 112/111 BC — cf. SEG 20.643
1 | ἔτους ἕκτου. ἐπὶ συναγωγῆς |
τῆς γενηθείσης ἐν τῶι ἄνω Ἀπολλ[ω]- | |
νιείωι τοῦ πολιτεύματος καὶ τῶν | |
ἀπὸ τῆς πόλεως Ἰδουμαίων. | |
5 | ἐπεὶ Δωρίων ὁ συγγενὴς καὶ στρατηγὸς |
καὶ ἱερεὺς τοῦ πλήθους τῶν μαχαιροφόρων | |
ἐν πολλοῖς εὐεργετηκὼς ἐφαίνετο καὶ κοινῆι | |
καὶ κατ’ ἰδίαν ἕκαστον, εὐσεβῶς τε διακείμενος | |
πρὸς τὸ θεῖον προθύμως πεπόηται μετὰ πολλῆς | |
10 | καὶ δαψιλοῦς δαπάνης τήν τε καταλιφὴν καὶ |
κονίασιν τοῦ δηλουμένου ἱεροῦ καθάπερ καὶ | |
πᾶσι πρόδηλόν ἐστιν· ἔδοξεν τὰς μὲν ἄλλας | |
ἃς ἔχει τιμὰς μένειν αὐτῶι διὰ βίου· καὶ ἐπὶ | |
τῶν δὲ ἀεὶ γινομένων θυσιῶν ἀναγορεύ- | |
15 | εσθαι αὐτῶι θαλλὸν κατὰ τὸν πάτριον νόμον. |
καὶ ἐπιτάξαι τοῖς ἱερεύσι καὶ ἱεροψάλταις | |
ἐπὶ τῶν ὕμνων μεμνῆσθαι αὐτοῦ· ἔτι δὲ καὶ | |
ἐπὶ τῶν τοῦ πολιτεύματος εὐωχιῶν στε- | |
φανοῦσθαι διὰ παντὸς ἐξάλλωι στεφάνῳ. | |
20 | τὸ δὲ ψήφισμα ἐνγράψαντας εἰς στήλην |
λιθίνην ἀναθεῖναι ἐν τῶι ἐπιφανεστάτωι | |
τοῦ ἱεροῦ τόπωι καὶ μεταδοθῆναι αὐτοῦ ἀντί- | |
γραφον τῶι Δωρίωνι, ἵν’ εἰδῆι ἣν ἔσχηκεν | |
πρὸς αὐτὸν ἡ πόλις εὐχάριστον ἀπάντησιν. |