[ ] Eg. — Ptolemaïs Hermiou (El Manshāh) — ca. 246 BC — OGIS 1.51
1 ἔδοξεν τεχνίταις τοῖς περὶ τὸν Διόνυσον καὶ
θεοὺς Ἀδελφούς· v ἐπειδὴ Λυσίμαχος Πτολεμαίου
Σωστρατεύς, ὁ ἱππάρχης καὶ π̣ρ̣ύ̣τανις διὰ βίου, τήν τε̣
εἰς τὸν βασιλέα καὶ τοὺς τούτου γονεῖς εὔνοιαν
5 καὶ πρότερον μέν, ἔτι καὶ νῦν δὲ διὰ πλειόνων ἀπο-
δέδεικται καὶ πρὸς τὸν Διόνυσον καὶ τοὺς ἄλλους
θεοὺς εὐσεβῶς καὶ ὁσίως διακείμενος τυγχάνει
τοῖς τε τεχνίταις φιλανθρώπως ἅπαντα χρῆται
καὶ κατ’ ἰδίαν ἑκάστου καὶ κατὰ κοινὸν πάντων ἀντι-
10 λαμβάνεται προθύμως καὶ ἐκτενῶς ἑαυτὸν συν-
επιδιδοὺς εἰς τὸ συναύξεσθαι τὸ τεχνίτευμα,
καλῶς δ’ ἔχει τοὺς τοιούτους τῶν ἀνδρῶν ἐπι-
σημαινομένους τιμᾶν ταῖς πρεπούσαις τιμαῖς,
δεδόχθαι τῶι κοινῶι τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν̣,
15 ὧν καὶ τὰ ὀνόματα ὑπογέγραπται, στεφανῶσαι
Λυσίμαχον κιττοῦ στεφάνωι κατὰ τὰ πάτρια
τῇ ιαʹ τοῦ Περιτίου μηνὸς τοῖς Διονυσίοις ἀρετῆς
ἕνεκα καὶ εὐσεβείας τῆς εἴς τε βασιλέα Πτολεμαῖον
καὶ τὸν Διόνυσον καὶ τοὺς ἄλλους θεοὺς καὶ εὐνοίας
20 τῆς εἰς τὸν βασιλέα καὶ τοὺς τούτου γονεῖς καὶ τῆ[ς]
εἰς τοὺς τεχνίτας τύχηι τῆι ἀγαθῆι. ἀναθεῖναι δ’ αὐτ[οῦ]
καὶ εἰκόνα γραπτὴν ἐν τῇ προστάδι τοῦ πρυτανείο̣υ̣.
ἀναγράψαι δὲ καὶ τὸν γραμματέα τοῦ κοινοῦ
Δήμαρχον τὸ ψήφισμα τόδε εἰς στήλην καὶ ἀναθεῖναι
25 πρὸ τοῦ νεὼ τοῦ Διονύσου· τὸ δ’ εἰς ταῦτ’ ἀνάλωμα
δοῦναι τὸν οἰκονόμον Σωσίβιον.
a.27 Ζώπυρος ὁ πρὸς τοῖς ἱεροῖς τῆς τριετηρίδος καὶ
ἀμφιετηρίδος καὶ τούτου ἀδελφοί·
Διονύσιος,
30 Ταυρῖνος·
τραγῳδιῶν ποιηταί,
Φαίνιππος,
Διόγνητος·
κωμωιδιῶν ποιηταί,
35 Στράταγος,
Μουσαῖος·
ἐπῶν ποιηταί,
Δήμαρχος,
Θεογένης,
40 Ἀρτεμίδωρος·
κιθαρωιδός,
Μένιππος·
κιθαριστής,
Ἡράκλειτος·
45 ὀρχηστής,
Πτολεμα̣[ῖος]·
46a — — — — —
— — — — —
b.47 τραγῳδός,
Μητρόδωρος·
κωμωιδοί,
50 Τελέμαχος,
Ἀγαθόδωρος,
Ἀπολ[λώνιο]ς,
Ἀσκληπιό[δ]ωρος Ἀπολλωνίου,
Ἀπο[λλ]ώνιος,
55 Διόδωρος·
συναγωνισταὶ τραγικοί,
Ἀπολλωνίδης Ἄρχωνος,
Κλεῖτος,
[Π]τολεμαῖος,
60 [Σά]τ̣υρος·
[χορ]ο̣διδ[ά]σκ[αλος],
61a — — — — — — — — —
— — — — — — — — —
c.62 αὐλητὴς τραγικό̣[ς],
Θραικίδης·
σαλπικτής {²⁶σαλπιγκτής}²⁶,
65 Θρασύμαχος·
σκευοποιός, Βάτων·
πρόξενοι,
Δημήτριος,
Φαίδιμος,
70 Ἀρτεμ[ίδωρος],
Σπουδί[αιος],
Διονύσιο[ς]·
φιλοτεχνῖται
Δημήτριος
75 Στέφανος,
Λέων,
Ἀρτεμίδωρος,
Δημήτριος,
Ἀριστόνους.
Search Help
Contact Us