[ ] Eg. — Tanis (San) — 238 BC — OGIS 1.56A; Prose 9
1 βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης, θεῶν Ἀδελφῶν ἔτους ἐνάτου, ἐφ’ ἱερέως {²⁷ἐπὶ ἱερέως B}²⁷ Ἀπολλωνίδου τοῦ
Μοσχίωνος Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Μενεκρατείας
τῆς Φιλάμμονος μηνὸς Ἀπελλαίου ἑβδόμηι, Αἰγυπτίων δὲ Τυβὶ ἑπτακαιδεκάτηι· ψήφισμα· οἱ ἀρχιερεῖς
καὶ προφῆται καὶ οἱ εἰς τὸ ἄδυτον εἰσπορεύομενοι πρὸς τὸν στολισμὸν τῶν θεῶν καὶ πτεροφόραι καὶ ἱερογραμματεῖς καὶ
5 οἱ ἄλλοι ἱερεῖς οἱ συναντήσαντες ἐκ τῶν κατὰ τὴν χώραν ἱερῶν εἰς τὴν πέμπτην τοῦ Δίου, ἐν ἧι ἄγεται τὰ γενέθλια τοῦ
βασιλέως, καὶ εἰς τὴν πέμπτην καὶ εἰκάδα τοῦ αὐτοῦ μηνός, ἐν ἧι παρέλαβεν τὴν βασιλείαν παρὰ τοῦ πατρός, συνεδρεύσαντες
ταύτηι τῆι ἡμέραι ἐν τῶι ἐν Κανώπωι ἱερῶι τῶν Εὐεργετῶν θεῶν εἶπαν· ἐπειδὴ βασιλεὺς Πτολεμαῖος Πτολεμαίου καὶ Ἀρσινόης, θεῶν Ἀδελφῶν,
καὶ βασίλισσα Βερενίκη ἡ ἀδελφὴ αὐτοῦ καὶ γυνή, θεοὶ Εὐεργέται, διατελοῦσιν πολλὰ καὶ μεγάλα εὐεργετοῦντες τὰ κατὰ τὴν χώραν ἱερά καὶ
τὰς τιμὰς τῶν θεῶν ἐπὶ πλέον {²⁷πλεῖον B}²⁷ αὔξοντες, τοῦ τε Ἄπιος καὶ τοῦ Μνηύιος καὶ τῶν λοιπῶν ἐνλογίμων ἱερῶν ζώιων τῶν ἐν τῆι χώραι τὴν
10 ἐπιμέλειαν διὰ παντὸς ποιοῦνται μετὰ μεγάλης δαπάνης καὶ χορηγίας, καὶ τὰ ἐξενεγχθέντα ἐκ τῆς χώρας ἱερὰ ἀγάλματα ὑπὸ
τῶν Περσῶν ἐξστρατεύσας ὁ βασιλεὺς ἀνέσωισεν εἰς Αἴγυπτον καὶ ἀπέδωκεν εἰς τὰ ἱερά, ὅθεν ἕκαστον ἐξ ἀρχῆς ἐξήχθη, τήν τε
χώραν ἐν εἰρήνηι διατετήρηκεν προπολεμῶν ὑπὲρ αὐτῆς πρὸς πολλὰ ἔθνη καὶ τοὺς ἐν αὐτοῖς δυναστεύοντας, καὶ τοῖς ἐν τῆι χώραι
πᾶσιν καὶ τοῖς ἄλλοις τοῖς ὑπὸ τὴν αὐτῶν βασιλείαν τασσομένοις τὴν εὐνομίαν παρέχουσιν, τοῦ τε ποταμοῦ ποτε ἐλλιπέστερον {²⁷ἐνλιπέστερον B}²⁷ ἀνα-
βάντος καὶ πάντων τῶν ἐν τῆι χώραι καταπεπληγμένων ἐπὶ τῶι συμβεβηκότι καὶ ἐνθυμουμένων τὴν γεγενημένην καταφθορὰν
15 ἐπί τινων τῶν πρότερον βεβασιλευκότων, ἐφ’ ὧν συνέβη ἀβροχίαις περιπεπτωκέναι τοὺς τὴν χώραν κατοικοῦντας, προστάντες κηδεμο-
νικῶς τῶν τε ἐν τοῖς ἱεροῖς καὶ τῶν ἄλλων τῶν τὴν χώραν κατοικούντων, πολλὰ μὲν προνοηθέντες, οὐκ ὀλίγα δὲ τῶν προσόδων ὑπερ-
ιδόντες ἕνεκα τῆς τῶν ἀνθρώπων σωτηρίας, ἔκ τε Συρίας καὶ Φοινίκης καὶ Κύπρου καὶ ἐξ ἄλλων πλειόνων τόπων σῖτον μεταπεμ-
ψάμενοι εἰς τὴν χώραν τιμῶν μειζόνων διέσωισαν τοὺς τὴν Αἴγυπτον κατοικοῦντας, ἀθάνατον εὐεργεσίαν καὶ τῆς αὐτῶν ἀρετῆς
μέγιστον ὑπόμνημα καταλείποντες τοῖς τε νῦν οὖσιν καὶ τοῖς ἐπιγινομένοις· ἀνθ’ ὧν οἱ θεοὶ δεδώκασιν αὐτοῖς εὐσταθοῦσαν τὴν βασιλεί-
20 αν καὶ δώσουσιν τἆλλα ἀγαθὰ πάντα εἰς τὸν ἀεὶ χρόνον· ἀγαθῆι τύχηι, δεδόχθαι τοῖς κατὰ τὴν χώραν ἱερεῦσιν τάς τε προϋπαρχούσας
τιμὰς ἐν τοῖς ἱεροῖς βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Βερενίκηι, θεοῖς Εὐεργέταις, καὶ τοῖς γονεῦσιν αὐτῶν θεοῖς Ἀδελφοῖς καὶ τοῖς προγόνοις
θεοῖς Σωτῆρσιν αὔξειν, καὶ τοὺς ἱρεῖς {²⁷ἱερεῖς B}²⁷ τοὺς ἐν ἑκάστωι τῶν κατὰ τὴν χώραν ἱερῶν προσονομάζεσθαι ἱερεῖς καὶ τῶν Εὐεργετῶν θεῶν καὶ ἐνγράφε-
σθαι ἐν πᾶσιν τοῖς χρηματισμοῖς καὶ ἐν τοῖς δακτυλίοις οἷς φορούσιν προσεγκολάπτεσθαι {²⁷προσενκολάπτεσθαι B}²⁷ καὶ τὴν ἱερωσύνην {²⁷ἱερεωσύνην B}²⁷ τῶν Εὐεργετῶν θεῶν· προσαποδειχθῆ-
ναι δὲ πρὸς ταῖς νῦν ὑπαρχούσαις τέσσαρσι φυλαῖς τοῦ πλήθους τῶν ἱερέων τῶν ἐν ἑκάστωι ἱερῶι καὶ ἄλλην, ἣ προσονομασθήσεται πέμ-
25 πτη φυλὴ τῶν Εὐεργετῶν θεῶν ἐπεὶ καὶ σὺν τῆι ἀγαθῆι τύχηι καὶ τὴν γένεσιν βασιλέως Πτολεμαίου τοῦ τῶν θεῶν Ἀδελφῶν συμβέβηκεν
γενέσθαι τῆι πέμπτηι τοῦ Δίου, ἣ καὶ πολλῶν ἀγαθῶν ἀρχὴ γέγονεν πᾶσιν ἀνθρώποις· εἰς δὲ τὴν φυλὴν ταύτην καταλεχθῆναι τοὺς ἀπὸ
τοῦ πρώτου ἔτους γεγενημένους ἱερεῖς καὶ τοὺς προσκαταταγησομένους ἕως μηνὸς Μεσορῆ τοῦ ἐν τῶι ἐνάτωι ἔτει, καὶ τοὺς τούτων ἐκγόνους εἰς τὸν ἀεὶ
χρόνον· τοὺς δὲ προϋπάρχοντας ἱερεῖς ἕως τοῦ πρώτου ἔτους εἶναι ὡσαύτως ἐν ταῖς αὐταῖς φυλαῖς, ἐν αἷς πρότερον ἦσαν· ὁμοίως δὲ καὶ τοὺς
ἐκγόνους αὐτῶν ἀπὸ τοῦ νῦν καταχωρίζεσθαι εἰς τὰς αὐτὰς φυλάς, ἐν αἷς οἱ πατέρες εἰσίν. ἀντὶ δὲ τῶν εἴκοσι βουλευτῶν ἱερέων τῶν αἱρουμένων
30 κατ’ ἐνιαυτὸν ἐκ τῶν προϋπαρχουσῶν τεσσάρων φυλῶν, ἐξ ὧν πέντε ἀφ’ ἑκάστης φυλῆς λαμβάνονται, εἴκοσι καὶ πέντε τοὺς βουλευτὰς
ἱερεῖς εἶναι, προσλαμβανομένων ἐκ τῆς πέμπτης φυλῆς τῶν Εὐεργετῶν θεῶν ἄλλων πέντε. μετέχειν δὲ καὶ τοὺς ἐκ τῆς πέμπτης
φυλῆς τῶν Εὐεργετῶν θεῶν τῶν ἁγνειῶν καὶ τῶν ἄλλων ἁπάντων τῶν ἐν τοῖς ἱεροῖς, καὶ φύλαρχον αὐτῆς εἶναι, καθὰ καὶ ἐπὶ τῶν ἄλλων τεσ-
σάρων φυλῶν ὑπάρχει. καὶ ἐπειδὴ καθ’ ἕκαστον μῆνα ἄγονται ἐν τοῖς ἱεροῖς ἑορταὶ τῶν Εὐεργετῶν θεῶν κατὰ τὸ πρότερον γραφὲν ψήφισμα
ἥ τε πέμπτη καὶ ἡ ἐνάτη καὶ ἡ πέμπτη ἐπ’ εἰκάδι, τοῖς τε ἄλλοις μεγίστοις θεοῖς κατ’ ἐνιαυτὸν συντελοῦνται ἑορταὶ καὶ πανηγύρεις δημοτε-
35 λεῖς, ἄγεσθαι κατ’ ἐνιαυτὸν πανήγυριν δημοτελῆ ἔν τε τοῖς ἱεροῖς καὶ καθ’ ὅλην τὴν χώραν βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Βερενίκηι
θεοῖς Εὐεργέταις τῆι ἡμέραι ἐν ἧι ἐπιτέλλει τὸ ἄστρον τὸ τῆς Ἴσιος, ἣ νομίζεται διὰ τῶν ἱερῶν γραμμάτων νέον ἔτος εἶναι, ἄγεται δὲ νῦν ἐν τῶι
ἐνάτωι ἔτει νουμηνίαι τοῦ Παϋνὶ μηνός, ἐν ὧι καὶ τὰ μικρὰ Βουβάστια καὶ τὰ μεγάλα Βουβάστια ἄγεται καὶ ἡ συναγωγὴ τῶν καρπῶν καὶ ἡ τοῦ
ποταμοῦ ἀνάβασις γίνεται. ἐὰν δὲ καὶ συμβαίνηι τὴν ἐπιτολὴν τοῦ ἄστρου μεταβαίνειν εἰς ἑτέραν ἡμέραν διὰ τεσσάρων ἐτῶν, μὴ μετατί-
θεσθαι τὴν πανήγυριν ἀλλὰ ἄγεσθαι ὁμοίως τῆι νουμηνίαι τοῦ Παϋνί, ἐν ἧι καὶ ἐξ ἀρχῆς ἤχθη ἐν τῶι ἐνάτωι ἔτει, καὶ συντελεῖν αὐτὴν ἐπὶ ἡμέρας
40 πέντε μετὰ στεφανηφορίας καὶ θυσιῶν καὶ σπονδῶν καὶ τῶν ἄλλων τῶν προσηκόντων. ὅπως δὲ καὶ αἱ ὧραι τὸ καθῆκον ποιῶσιν διὰ παντὸς κατὰ τὴν νῦν
οὖσαν κατάστασιν τοῦ κόσμου, καὶ μὴ συμβαίνηι τινάς τῶν δημοτελῶν ἑορτῶν τῶν ἀγομένων ἐν τῶι χειμῶνι ἄγεσθαί ποτε ἐν τῶι θέρει, τοῦ ἄστρου
μεταβαίνοντος μίαν ἡμέραν διὰ τεσσάρων ἐτῶν, ἑτέρας δὲ τῶν νῦν ἀγομένων ἐν τῶι θέρει ἄγεσθαι ἐν τῶι χειμῶνι, ἐν τοῖς μετὰ ταῦτα καιροῖς καθάπερ πρό-
τερόν τε συμβέβηκεν γενέσθαι καὶ νῦν ἂν ἐγίνετο τῆς συντάξεως τοῦ ἐνιαυτοῦ μενούσης ἐκ τῶν τριακοσίων καὶ ἑξήκοντα ἡμερῶν καὶ τῶν ὕστερον προσ-
νομισθεισῶν ἐπάγεσθαι πέντε ἡμερῶν, ἀπὸ τοῦ νῦν μίαν ἡμέραν ἑορτὴν τῶν Εὐεργετῶν θεῶν ἐπάγεσθαι διὰ τεσσάρων ἐτῶν ἐπὶ ταῖς πέντε ταῖς
45 ἐπαγομέναις πρὸ τοῦ νέου ἔτους, ὅπως ἅπαντες εἰδῶσιν διότι τὸ ἐλλεῖπον {²⁷ἐνλεῖπον B}²⁷ πρότερον περὶ τὴν σύνταξιν τῶν ὡρῶν καὶ τοῦ ἐνιαυτοῦ καὶ τῶν νομιζο-
μένων περὶ τὴν ὅλην διακόσμησιν τοῦ πόλου διωρθῶσθαι καὶ ἀναπεπληρῶσθαι συμβέβηκεν διὰ τῶν Εὐεργετῶν θεῶν. καὶ ἐπειδὴ τὴν ἐγ βασιλέως Πτολεμαίου
καὶ βασιλίσσης Βερενίκης, θεῶν Εὐεργετῶν, γεγενημένην θυγατέρα καὶ ὀνομασθεῖσαν Βερενίκην, ἣ καὶ βασίλισσα εὐθέως ἀπεδείχθη, συνέβη ταύτην παρθένον
οὖσαν ἐξαίφνης μετελθεῖν εἰς τὸν ἀέναον κόσμον ἔτι ἐνδημούντων παρὰ τῶι βασιλεῖ τῶν ἐκ τῆς χώρας παραγινομένων πρὸς αὐτὸν κατ’ ἐνιαυτὸν ἱερέων,
οἳ μέγα μὲν πένθος ἐπὶ τῶι συμβεβηκότι εὐθέως συνετέλεσαν, ἀξιώσαντες δὲ τὸν βασιλέα καὶ τὴν βασίλισσαν ἔπεισαν, καθιδρῦσαι τὴν θεὰν μετὰ τοῦ Ὀσίριος ἐν τῶι
50 ἐν Κανώπωι ἱερῶι, ὃ οὐ μόνον ἐν τοῖς πρώτοις ἱεροῖς ἐστιν, ἀλλὰ καὶ ὑπὸ τοῦ βασιλέως καὶ τῶν κατὰ τὴν χώραν πάντων ἐν τοῖς μάλιστα τιμωμένοις ὑπάρχει,
καὶ ἡ ἀναγωγὴ τοῦ ἱεροῦ πλοίου τοῦ Ὀσείριος εἰς τοῦτο τὸ ἱερὸν κατ’ ἐνιαυτὸν γίνεται ἐκ τοῦ ἐν τῶι Ἡρακλείωι ἱεροῦ τῆι ἐνάτηι καὶ εἰκάδι τοῦ Χοιὰχ τῶν ἐκ τῶν πρώ-
των ἱερῶν πάντων θυσίας συντελούντων ἐπὶ τῶν ἱδρυμένων ὑπ’ αὐτῶν βωμῶν ὑπὲρ ἑκάστου ἱεροῦ τῶν πρώτων ἐξ ἀμφοτέρων τῶν μερῶν τοῦ δρόμου,
μετὰ δὲ ταῦτα τὰ πρὸς τὴν ἐκθέωσιν αὐτῆς νόμιμα καὶ τὴν τοῦ πένθους ἀπόλυσιν ἀπέδωκαν μεγαλοπρεπῶς καὶ κηδεμονικῶς, καθάπερ καὶ ἐπὶ τῶι Ἄπει
καὶ Μνηύει εἰθισμένον ἐστὶν γίνεσθαι, δεδόχθαι συντελεῖν τῆι ἐκ τῶν Εὐεργετῶν θεῶν γεγενημένηι βασιλίσσηι Βερενίκηι τιμὰς ἀϊδίους ἐν ἅπασι τοῖς
55 κατὰ τὴν χώραν ἱεροῖς, καὶ ἐπεὶ εἰς θεοὺς μετῆλθεν ἐν τῶι Τυβὶ μηνί, ἐν ὧιπερ καὶ ἡ τοῦ Ἡλίου θυγάτηρ ἐν ἀρχῆι μετήλλαξεν τὸν βίον, ἣν ὁ πατὴρ στέρξας ὠνό-
μασεν ὁτὲ μὲν βασιλείαν ὁτὲ δὲ ὅρασιν αὑτοῦ, καὶ ἄγουσιν αὐτῆι ἑορτὴν καὶ περίπλουν ἐν πλείοσιν ἱεροῖς τῶν πρώτων ἐν τούτωι τῶι μηνί, ἐν ὧι ἡ ἀποθέωσις αὐτῆς
ἐν ἀρχῆι ἐγενήθη, συντελεῖν καὶ βασιλίσσηι Βερενίκηι τῆι ἐκ τῶν Εὐεργετῶν θεῶν ἐν ἅπασι τοῖς κατὰ τὴν χώραν ἱεροῖς ἐν τῶι Τυβὶ μηνὶ ἑορτὴν καὶ πε-
ρίπλουν ἐφ’ ἡμέρας {²⁷ἐπὶ ἡμέρας B}²⁷ τέσσαρας ἀπὸ ἑπτακαιδεκάτηι {²⁷ἑπτακαιδεκάτης B}²⁷, ἐν ἧι ὁ περίπλους καὶ ἡ τοῦ πένθους ἀπόλυσις ἐγενήθη αὐτῆι τὴν ἀρχήν· συντελέσαι δ’ αὐτῆς καὶ
ἱερὸν ἄγαλμα χρυσοῦν διάλιθον ἐν ἑκάστωι τῶν πρώτων καὶ δευτέρων ἱερῶν καὶ καθιδρῦσαι ἐν τῶι ἁγίωι· ὁ δὲ {²⁷ὃ ὁ B}²⁷ προφήτης ἤ <τις> τῶν εἰς τὸ ἄδυτον εἱρημένων {²⁶ἡιρημένων}²⁶
60 ἱερέων πρὸς τὸν στολισμὸν τῶν θεῶν οἴσει ἐν ταῖς ἀγκάλαις, ὅταν αἱ ἐξοδεῖαι καὶ πανηγύρεις τῶν λοιπῶν θεῶν γίνωνται, ὅπως ὑπὸ πάντων ὁρώμενον
τιμᾶται καὶ προσκυνῆται, καλούμενον Βερενίκης ἀνάσσης παρθένων. εἶναι δὲ τὴν ἐπιτιθεμένην βασιλείαν τῆι εἰκόνι αὐτῆς διαφέρουσαν τῆς ἐπιτιθεμένης
ταῖς εἰκόσιν τῆς μητρὸς αὐτῆς βασιλίσσης Βερενίκης ἐκ σταχύων δύο, ὧν ἀνὰ μέσον ἔσται ἡ ἀσπιδοειδὴς βασιλεία, ταύτης δ’ ὀπίσω σύμμετρον σκῆπτρον
παπυροειδές, ὃ εἰώθασιν αἱ θεαὶ ἔχειν ἐν ταῖς χερσίν, περὶ οὗ {²⁷περὶ ὃ B}²⁷ καὶ ἡ οὐρὰ τῆς βασιλείας ἔσται περιειλημμένη {²⁷περιειλημένη B}²⁷, ὥστε καὶ ἐκ τῆς διαθέσεως τῆς βασιλείας δια-
σαφεῖσθαι τὸ Βερενίκης ὄνομα κατὰ τὰ ἐπίσημα τῆς ἱερᾶς γραμματικῆς. καὶ ὅταν τὰ Κικήλλια ἄγηται ἐν τῶν Χοιὰχ μηνὶ πρὸ τοῦ περίπλου τοῦ Ὀσείριος, κατα-
65 σκευάσαι τὰς παρθένους τῶν ἱερέων ἄλλο ἄγαλμα Βερενίκης ἀνάσσης παρθένων, ὧι συντελέσουσιν ὁμοίως θυσίαν καὶ τἆλλα τὰ συντελούμενα νό-
μιμα τῆι ἑορτῆι ταύτηι. ἐξεῖναι δὲ κατὰ ταὐτὰ καὶ ταῖς ἄλλαις παρθένοις ταῖς βουλομέναις συντελεῖν τὰ νόμιμα τῆι θεῶι· ὑμνεῖσθαι δ’ αὐτὴν καὶ ὑ-
πὸ τῶν ἐπιλεγομένων ἱερειῶν {²⁷ἱερῶν B}²⁷ παρθένων καὶ τὰς χρείας παρεχομένων τοῖς θεοῖς περικειμένων τὰς ἰδίας βασιλείας τῶν θεῶν ὧν ἱέρειαι νομίζονται
εἶναι, καὶ ὅταν ὁ πρώϊμος σπόρος παραστῆι, ἀναφέρειν τὰς ἱερὰς παρθένους στάχυς τοὺς παραθησομένους {²⁷παρατεθησομένους B}²⁷ τῶι ἀγάλματι τῆς θεοῦ, ἄιδειν δ’ εἰς αὐτὴν
καθ’ ἡμέραν καὶ ἐν ταῖς ἑορταῖς καὶ πανηγύρεσιν τῶν λοιπῶν θεῶν τούς τε ὠιδοὺς ἄνδρας καὶ τὰς γυναῖκας οὓς ἂν ὕμνους οἱ ἱερογραμματεῖς γρά-
70 ψαντες δῶσιν τῶι ὠιδοδιδασκάλωι, ὧν καὶ τἀντίγραφα {²⁷τὰ ἀντίγραφα B}²⁷ καταχωρισθήσεται εἰς τὰς ἱερὰς βύβλους. καὶ ἐπειδὴ τοῖς ἱερεῦσιν δίδονται αἱ τροφαὶ ἐκ τῶν
ἱερῶν ἐπὰν ἐπαχθῶσιν εἰς τὸ πλῆθος, δίδοσθαι ταῖς θυγατράσιν τῶν ἱερέων ἐκ τῶν ἱερῶν προσόδων ἀφ’ ἧς ἂν ἡμέρας γένωνται τὴν συνκριθησομέ-
νην τροφὴν ὑπὸ τῶν βουλευτῶν ἱερέων τῶν ἐν ἑκάστωι τῶν ἱερῶν {²⁷ἐν ἑκάστωι ἱερῶι B}²⁷ κατὰ λόγον τῶν ἱερῶν προσόδων, καὶ τὸν διδόμενον ἄρτον ταῖς γυναιξὶν
τῶν ἱερέων ἔχειν ἴδιον τύπον καὶ καλεῖσθαι Βερενίκης ἄρτον. ὁ δὲ ἐν ἑκάστωι τῶν ἱερῶν καθεστηκὼς ἐπιστάτης καὶ ἀρχιερεὺς καὶ οἱ τοῦ ἱεροῦ
γραμματεῖς ἀναγραψάτωσαν τοῦτο τὸ ψήφισμα εἰς στήλην λιθίνην ἢ χαλκῆν ἱεροῖς γράμμασιν καὶ Αἰγυπτίοις καὶ Ἑλληνικοῖς, καὶ ἀναθέ-
75 τωσαν ἐν τῶι ἐπιφανεστάτωι τόπωι τῶν τε αʹ ἱερῶν καὶ βʹ καὶ γʹ {²⁷τῶν τε πρώτων ἱερῶν καὶ δευτέρων καὶ τρίτων B}²⁷, ὅπως οἱ κατὰ τὴν χώραν ἱερεῖς φαίνωνται τιμῶντας {²⁷τιμῶντες B}²⁷ τοὺς Εὐεργέτας θεοὺς καὶ τὰ τέκνα αὐτῶν,
καθάπερ δίκαιόν ἐστιν.
Search Help