[ ]
Eg. — Abydos — (El ‘Araba el-Madfūna)? — early Rom. Imp. period
1 | πατρὶς μέν μοί ἐστι Λύκων πόλις· εἰμὶ δ’ Ἀπόλλ[ων(?)], | |
ἐν Φαρίηι γαίηι θυμὸν ἀποφθίμενος· | | |
νήπιος ἡρπάσθην δ’ ἑκκαιδεκάτου ἐνιαυτοῦ, | | |
ἔκτον ἀωροσύνης μῆνα παρερχόμενος. | | |
5 | νῦν δ’ Ἀβυδηναίου τὸν Ὀσείριδος ἀμφιπολεύω | |
θῶκον καὶ φθιμένων οὐκ ἐπάτησα δόμους. | | |
ἀθανάτων καὶ τέκνα μεμορμένον οἶτ̣ον ἐπέσ[πεν], | | |
ἀλλ’ οἰκεῖ μακάρων Ἠλύσιον πεδίον· | |
ἐνθ’ ἅμα παισὶ θεῶν με φ[έρ]ων Κυλλήνιος Ἑρμῆς | | |
10 | ἵδρυσε καὶ Λήθης οὐκ ἔπιον λιβάδα. |