[ ]
Eg. — Prov. unkn. [Paris, Louvre] — 2nd/3rd c. AD — Inscr.métr. 106; SEG 8.797
1 | ἀνδρειὰς μὲν ὅδ’ ἐστὶ Διὸς Σωτῆ- |
ρος ἄνακτος, | ὃν θῆκεν πράξας | |
ἐνθάδε Βησαρίων, | σύν τε φίλοις | |
τεκέεσσι καὶ αἰδοίῃ παρακοίτι, | | |
5 | νηοῦ ἐν προδόμῳ ἀντίον ἀντο- |
λίης, | ἀντ’ εὐεργεσίης, ὅτι μιν φι- | |
λέων ἐσάωσεν, | σεμνὸν ὁμοῦ | |
πιστόν τ’ ἄγγελον ἡγεμόνος. || | |
ἐπὶ Θεοδώρου Δημητρίου ἐν- | |
10 | άρχου γραμματέως βουλῆς καὶ |
Ἀσκληπιάδου ἱεροποιοῦ· | |
ἔτους ιβʹ, Μεχεὶρ ιγʹ. {²palma}² |