[ ] Eg. — Ptolemaïs Hermiou (El Manshāh) — 246-221 BC — OGIS 1.49; Prose 7; SB 5.8853
— — — — — — — — — — — — — — — — — — —
1 πόλεως· ἀπ[ο]δέδωκ[ε]ν δὲ Ἀντίφιλος τὸν ἀγ[ῶ]-
να ἄξιον τοῦ τε βασιλέως καὶ τῆς πόλεως,
[ὅπ]ως φαίνηται ἡ πόλις φιλοτίμως καὶ ἀξί-
ως ὑποδεχομένη τοὺς παρὰ τοῦ βασιλέως
5 [παραγ]ινομένους, δεδόχθαι τῶι δήμωι, σ[τ]ε-
[φαν]ῶσαι Ἀντίφιλον Ἀγαθάνορος κισσοῦ στε-
[φ]άνωι πατρίωι ἐν τῶ[ι θε]άτρωι τῆι πέμπτηι
καὶ εἰκάδι τῆι τοῦ βασ[ι]λ[έ]ως ἡμέραι φιλοτι-
[μ]ίας ἕνεκα τῆς εἰς τὸν [βασιλέα], καὶ εἶναι αὐ-
10 [τ]ὸν πολίτην τῆς Πτολεμαιέων πόλεως·
[δ]εδόσθαι δ’ αὐτῶι καὶ ἐγγόνοις σίτησιν
[ἐ]μ πρυτανείωι διὰ βίου κα[ὶ] προεδρίαν ἐν τοῖς
[γ]ῶσιν, καὶ τοὺς πρυτάνεις καταχωρίσαι
[α]ὐτὸν εἰς φυλὴν Πτολεμαιΐδα καὶ δῆμον Β[ερε]-
15 νικέα, τὸν δὲ γραμματέα τῆς βουλῆς ἀναγ[ρά]-
[ψαι τὸ] ψήφισμα τόδ[ε] ἐν σ[τ]ήλη[ι] καὶ — — —
— — —
Search Help
Contact Us