[ ]
Eg. — Ptolemaïs Hermiou (El Manshāh) — 246-221 BC — OGIS 1.49; Prose 7; SB 5.8853
— — — — — — — — — — — — — — — — — — — | |
1 | πόλεως· ἀπ[ο]δέδωκ[ε]ν δὲ Ἀντίφιλος τὸν ἀγ[ῶ]- |
να ἄξιον τοῦ τε βασιλέως καὶ τῆς πόλεως, | |
[ὅπ]ως φαίνηται ἡ πόλις φιλοτίμως καὶ ἀξί- | |
ως ὑποδεχομένη τοὺς παρὰ τοῦ βασιλέως | |
5 | [παραγ]ινομένους, δεδόχθαι τῶι δήμωι, σ[τ]ε- |
[φαν]ῶσαι Ἀντίφιλον Ἀγαθάνορος κισσοῦ στε- | |
[φ]άνωι πατρίωι ἐν τῶ[ι θε]άτρωι τῆι πέμπτηι | |
καὶ εἰκάδι τῆι τοῦ βασ[ι]λ[έ]ως ἡμέραι φιλοτι- | |
[μ]ίας ἕνεκα τῆς εἰς τὸν [βασιλέα], καὶ εἶναι αὐ- | |
10 | [τ]ὸν πολίτην τῆς Πτολεμαιέων πόλεως· |
[δ]εδόσθαι δ’ αὐτῶι καὶ ἐγγόνοις σίτησιν | |
[ἐ]μ πρυτανείωι διὰ βίου κα[ὶ] προεδρίαν ἐν τοῖς | |
ἀ[γ]ῶσιν, καὶ τοὺς πρυτάνεις καταχωρίσαι | |
[α]ὐτὸν εἰς φυλὴν Πτολεμαιΐδα καὶ δῆμον Β[ερε]- | |
15 | νικέα, τὸν δὲ γραμματέα τῆς βουλῆς ἀναγ[ρά]- |
[ψαι τὸ] ψήφισμα τόδ[ε] ἐν σ[τ]ήλη[ι] καὶ — — — | |
— — — |