[ ]
Eg. — Ptolemaïs Hermiou (El Manshāh) — 240/39 BC — OGIS 1.48; Prose 4; SB 5.8852
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἑ[ρ]μᾶς |
Δόρκωνος Μεγιστεὺς εἶπεν· ἐπειδὴ πρυτάνεις | |
οἱ σὺν Διονυσίωι Μουσαίου τοῦ ὀ[γ]δό[ο]υ ἔτους, | |
Διονύσιος Μουσαίου Ὑλλεύς, Ἱπ[πία]ς Δίωνος Με- | |
5 | γιστεύς, Κρατίος Προκρίτου Φιλωτέρειος, Κίσσος |
Νεάρχου Ἀν[δα]νιεύς, Ἡλιόδωρος Νικομάχου Δαναεύς, | |
Νεοπτόλεμος Θεοδώρου Καρανεύς, καλῶς καὶ ἀξίως | |
τῆς πόλεως προέστησαν ὁρῶντές τινας τῶν πολιτῶν | |
[μ]ὴ ὀρθῶς ἀνα[στρ]ε[φ]ομένους καὶ θόρυβον οὐ τὸν τυχόντα παρ[έ]- | |
10 | [χ]οντας ἐς τ[αῖς] βουλαῖς [καὶ] ἐν ταῖς ἐκκλησίαις, [μ]άλιστα δὲ |
ἐν ταῖς ἀρχα[ιρεσίαις μέχρι βίας καὶ] ἀσ[ε]βείας, προεληλυθότας, | |
ἐπέστησαν τῆι κακ[ίαι, κολάζοντ]ε[ς τοῖς] ἐκ τῶν νόμων ἐπιτίμοις, | |
δι’ ὃ συμβέβηκεν τὴν πό[λ]ι[ν εὐνομωτέραν γεγο]νέναι· [εἶτα] καὶ ἐψηφίσαν[το] | |
ἐξ ἐπιλέκτων ἀνδρῶν τὴν βουλὴν [καὶ τὰ] δικαστή[ρια αἱρεῖσ]θαι· ἐφ’ ο[ἷς] | |
15 | παροξυνόμενοι οἱ νεώτεροι καὶ οἱ ἄλλοι π[ολῖτ]αι ο[ἱ] αἱρο[ύμενοι] βέλτιον π[ολιτ]- |
[εύεσθ]αι καὶ περὶ ὧν ὑπελάμβανον συμφέρειν τῆι πόλει διο[ι]κηθῆνα[ι] — — — | |
— — — — — — — — [διο]ικητὴν, ὅ[π]ω[ς] — — — — |