[ ] Nub. — Talmis (Kalabsha) — reign of Vespasian — SB 1.4586
1 τὸ προσκύνημα [— — —]-
τοσ[․․․] Ἰούστου καὶ Γερμανοῦ τοῦ φίλου(?)
αὐτοῦ καὶ τῆς συμβίου αὐτοῦ καὶ τῶν ἀδελ-
φῶν αὐτοῦ καὶ τοῦ πατρὸς αὐτοῦ καὶ τῶν αὐ-
5 τοῦ πάντων παρὰ τῶι κυρίωι Μανδούλει
καὶ τοῖς συννάοις θεοῖς. παραε̣[․․] ἦλθον
εἰς Τάλμιν Χοιὰκ κʹ καὶ προσεκύνησα
θεὸν μέγαν Μανδοῦλο. τὸ προσκύνημα
[ὧ]δε ἐποίησα μὲν τῶν γαμβρῶν μου παρὰ τοῖς
10 ἐνθάδε θεοῖς καὶ πάντων τῶν [․]ομονοπ̣α-
ριων αὐτοῦ καὶ πάντων τῶν [․․․․․․․․․․]
τῶν ὧ̣δε σήμερον καὶ καθ’ ἡμέρα[ν̣].
[(ἔτους) —ʹ] Αὐτοκράτορος Οὐεσπασιανοῦ τοῦ
[κυρίο]υ Σεβαστοῦ, Παχὼν ιβʹ(?).
Search Help
Contact Us