[ ] Nub. — Talmis (Kalabsha) — 5th c. AD? — OGIS 2.201 = Prose 67 — SB 5.8536; SEG 18.722
1 ἐγὼ Σιλκώ, βασιλίσκος Νουβάδων καὶ ὅλων τῶν
Αἰθιόπων ἦλθον εἰς Τάλμιν καὶ Τάφιν. ἅπαξ δύο ἐπο-
λέμησα μετὰ τῶν Βλεμύων, καὶ ὁ θεὸς ἔδωκεν μοι τὸ
νίκημα. μετὰ τῶν τριῶν ἅπαξ ἐνίκησα πάλιν καὶ ἐκρά-
5 τησα τὰς πόλεις αὐτῶν. ἐκαθέσθην μετὰ τῶν
χλων μου τὸ μὲν πρῶτον ἅπαξ, ἐνίκησα αὐτῶν
καὶ αὐτοὶ ἠξίωσάν με. ἐποίησα εἰρήνην μετ’ αὐτῶν ·
καὶ ὤμοσάν μοι τὰ εἴδωλα αὐτῶν καὶ ἐπίστευσα τὸν
ὅρκον αὐτῶν, ὡς καλοί εἰσιν ἄνθρωποι. ἀναχωρήθην
10 εἰς τὰ ἄνω μέρη μου ὅτε ἐγεγονέμην βασιλίσκω {²⁶βασιλίσκος}²⁶,
οὐκ ἀπῆλθον ὅλως ὀπίσω τῶν ἄλλων βασιλέων,
                       ἀλλὰ ἀκμὴν ἔμπροσθεν αὐτῶν.
οἳ γὰρ φιλονικοῦσιν μετ’ ἐμοῦ, οὐκ ἀφῶ αὐτοὺς καθ̣ε̣ζ̣ό̣[με]-
νοι εἰς χώραν αὐτῶν εἰ μὴ κατηξίωσαν με [κ]α[ὶ] π̣α̣ρακαλοῦσιν.
15 ἐγὼ γὰρ εἰς κάτω μέρη λέων εἰμί, καὶ εἰς ἄνω μέρη ἄρξ εἰμι.
ἐπολέμησα̣ μ̣ετὰ τῶν Βλεμύων ἀπὸ Πρίμ(εως) ἕως Τέλ<μ>εως
ἓν ἅπαξ, καὶ̣ ο̣ἱ̣ ἄλλοι Νουβάδων ἀνωτέρω, ἐπόρθησα τὰς
XW/RAS AU)TW=N E)PEIDH\ E)FILONIKH/S?O?USIN MET' E)MOU=.
οἱ δεσπότ(αι) τῶν ἄλλων ἐθνῶν, οἳ φι̣λ̣ονεικοῦσιν μετ’ ἐμοῦ,
20 οὐκ ἀφῶ αὐτοὺς καθεσθῆναι εἰς τὴν σκιάν, εἰ μὴ ὑπὸ ἡλίου
ἔ̣ξ̣ω̣, καὶ οὐκ ἔ<δ>ωκα{ν} {⁴επωκαν}⁴ νηρὸν ἔσω εἰς τὴν οἰκίαν αὐτῶν. οἱ γὰρ
ἀ̣ν̣τ̣<ί>δικοί μου, ἁρπάζω τῶν γυναικῶν καὶ τὰ παιδία αὐτῶν.
Search Help
Contact Us