[ ]
Nub. — Talmis (Kalabsha) [Dodekasch.] — end 1st-3rd c. AD — Inscr.métr.591,168; SEG 8.814
1/22 | {²acrostich, ll. 1-22:}² Μάξιμος δεκουρίων ἔγραψα. |
1 | μακάριον ὅτ’ ἔβην ἠρεμίης τόπον ἐσαθρῆσαι, |
ἀέρι τὸ ποθεινὸν ψυχῆς πνεῦμ’ ἐπανεῖναι, | |
ξένα μοι βιοτὴ περὶ φρένα πάντοθεν ἐδονεῖτο, | |
ἵστορα κακίης ἐμαυτὸν οὐκ ἔχων ἔλεγχον, | |
5 | μύστην τότε κίκλησκε φύσις πόνον γεωργεῖν· |
ὁ σοφὸς τότ’ ἐγὼ ποικίλον ἥρμοζον ἀοιδήν, | |
σεμνὸν ἀπὸ θεῶν κωτίλον ἐπιτυχὼν νόημα. | |
δῆλον ὅτε θεοῖς ἀρεστὸν ἠργάζετο Μοῦσα, | |
Ἑλίκωνι χλοῆς ἄνθεμον ἀπετίναξα κῶμον· | |
10 | καὶ τότε μέ τις ὕπνου μυχὸς ἠρέθισε φέρεσθαι, |
ὀλίγον ἐπίφοβον φαντασίης ὄναρ τραπῆναι· | |
ὕπνος δέ με λέ<ξ>ας ταχὺν ἀπεκόμισε φί[λην γ]ῆν· | |
ῥείθροις ἐδόκουν γὰρ ποταμοῦ σῶμα ἀπο[λο]ύειν, | |
ἱκανοῖς ἀπὸ Νίλου γλυκεροῦ ὕδασι προσ[η]νῶς· | |
15 | ᾠόμην δὲ σεμνὴν Μουσῶν Καλλιέπειαν |
νυ̣[μ]φαῖς ἅμα πάσαις μέσ<σ>ην κῶμον ἀείδειν· | |
Ἑλλάδος τι κἀγὼ βραχὺ λείψανον νομίζων, | |
γραπτὸν ἀπὸ σοφῆς ἔπνευσα ψυχῆς μου νόημα· | |
ῥάβδῳ δέ τις οἷα κατὰ μέλος δέμας δονηθ̣είς, | |
20 | ἀρμογὴν μέλει συνεργὸν ἐπεκάλουν χαράττειν̣, |
ψόγον ἀλλοτρίοις ἤθεσιν ἀπολιπὼν ἄδηλον. | |
ἀρχὴ δέ μ’ ἔκλῃζεν τὸ σοφὸν πόημα λέξαι· | |
λαμπρὸς τότε Μάνδουλις ἔβη μέγας ἀπ’ Ὀλύμπου, | |
θέλγων βαρβαρικὴν λέξιν ἀπ’ Αἰθιόπων, | |
25 | καὶ γλυκερὴν ἔσπευσεν ἐφ’ Ἑλλάδα μοῦσαν ἀεῖσαι, |
λαμπρὰ παρεῖα φέρων καὶ δεξιὸς Ἴσιδι βαίνων, | |
Ῥωμαίων μεγέθει δόξαν ἀγαλλόμενος, | |
μαντικὰ πυθιόων ἅτε δὴ θεὸς Οὐλύμποιο· | |
ὡς βίος ἀνθρώποις προορώμενος ἐξέθεν αὐχεῖ, | |
30 | ὡς ἦμαρ καὶ νύξ σε σέβει, ὧραι δ’ ἅμα πᾶσαι, |
καὶ καλέουσί σε Βρειθ καὶ Μάνδουλιν συνομαίμους, | |
ἄστρα θεῶν ἐπ̣ίσημα κατ’ οὐρανὸν ἀντέλλοντα. | |
καὶ τάδε σοι στείχοντα χαράσσειν μ’ αὐτὸς ἔλεξας | |
καὶ σοφὰ γράμματα πᾶσιν ἀθωπεύτως ἐσορᾶσθαι. | |
35 | — — — — — — — — — — — — — — — — — — — — — — — — |
[εἴκοσι] καὶ δυσ̣ὶ̣ τοῖς πρώτοις γράμμασι πειθόμενος. |