[ ] Eg. — Philai Isl. — 191 AD — Philae 2.168; SB 5.8681
1 Ἶσιν τὴν ἐν Φίλαις προσκυνήσας τις εὐτυχεῖ,
οὐχ ὅτι μόνον πλουτεῖ, πολυζῳεῖ δ’ ἅμα τούτῳ·
τραφεὶς δ’ ἐγὼ πὰρ Φαρίᾳ Ἴσιδι ἐνθάδ’ ἱκόμην,
—— εἰμὶ δ’ ἐγὼ Σερηνός, βόηθος ἀγακλυτοῦ Πτολεμαίου ——
5 ὁμοῦ σὺν Φήλικι καὶ Ἀπολλωνίῳ ζωγράφῳ,
χρησμοῖς Ἀπόλλωνος ἀνικήτοιο ἄνακτος,
σπονδῶν καὶ θυσιῶν ἕνεκα ἐνθάδ’ ἱκόντες,
δεόμενοι καὶ τούτων μετασχεῖν· πρέπον γὰρ ἦν·
       οὐδὲνα μῶμον εὑρήσεις.
10 τὸ προσκύνημα Φήλικος, Λικινίου καὶ Σαραπίωνος
[καὶ(?)] Ποῦτος(?) καὶ τοῦ οἴκου αὐτῶν καὶ Πομπηϊανοῦ
φίλου ἐπὶ τὸν ἀεὶ χρόνον. (ἔτους) λαʹ Φαμενὼθ κθʹ.
            ἐπ’ ἀγαθῶι.
τὸ προσκύνημα Ἁρκίνιν τὸν
15 καὶ Ἀπολλώνιον καὶ τῆς συνβίου
αὐτοῦ καὶ τῶν τέκνων καὶ τοῦ
οἴκου ὅλου παρὰ τῆς μυριονοίμου {²⁶μυριωνύμου}²⁶
Ἴσιδος, σήμερον, ἐπ’ ἀγαθῶι, (ἔτους) λαʹ,
             Φαμενὼθ κθʹ.
Search Help
Contact Us