[ ] Eg. — Claudianus Mons (Gebel Fatīra) — Sarapis Temple — 98-117 AD — Pan Dés. 38; SB 5.8323 — SEG 15.865
1 Διὶ Ἡλίῳ μεγάλῳ
      Σαράπιδι
ὑπὲρ τῆς τοῦ κυρίου
Καίσαρος Τραιανοῦ
5 τύχης, ἐπὶ Ἐνκολπίῳ
ἐπιτρόπῳ καὶ Κουίντῳ
Ἀκκίῳ Ὀπτάτῳ (ἑκατοντά)ρχ(ῳ), Ἀπολλώ-
νιος Ἀμμωνίου Ἀλε-
ξανδρεὺς ἀρχιτέκτων
10 ἀνέθηκεν ὑπὲρ τῆς σωτη-
ρίας αὑτοῦ πάντων ἔργων.
Search Help
Contact Us