[ ]
Eg. — Thebai--Memnonia (El Qurna)[W.] — Colossus of Memnon — 150 AD — Colosse 51 — SB 5.8221 = 8348 SEG 8.726
1 | εὐ̣τ̣υ̣χ̣ῶς |
Μ̣αρίῳ̣ (ἑκατοντάρχης) Γεμ̣έ̣λλ[ῳ]. | |
θῆκέ σε φωνήεντα θεὰ ῥοδο{δο}δάκτυλος {²⁶ῥοδοδάκτυλος}²⁶ Ἠώς, | |
σὴ μήτειρ, κλυτὲ Μέμνον, ἐελδομένῳ μοι ἀκοῦσαι | |
5 | σῆς φωνῆς· λυκ̣άβαντι περικλυτοῦ Ἀντωνείνου |
[δω]δεκάτῳ, καὶ μηνὶ Παχὼν τρισκαίδεκα ἔχοντι | |
[ἤμα]τα, δὶς, δαῖμον, τεῦ ἐσέκλυον αὐδήσαντος, | |
[ἠελίου] λ̣ί̣μνης πε̣ρ̣ι̣καλλέα ῥεῖθρα λιπόντος, | |
[ὄντα ποτ]ὲ ἀντολίης βασιλῆ̣ά σε θῆκε Κρονείων | |
10 | [οἰκουρὸ]ν πέτρου, φωνὴν δ’ ἀπὸ πέτρου ἔθη̣[κε]· |
[ταῦτ’ ἔγραψα] ἔγωγε Γ̣έμελλος̣ ἀμοιβαδὶς ἔνθ̣[α], | |
[σὺν κεδν]ῇ̣ ἀλόχῳ Ῥουφίλλῃ καὶ τεκέεσσιν̣. | |
εὐτυχῶς | |
[Ῥου]φίλλῃ [τῇ] καὶ Λονγεινίᾳ. |