[ ] Eg. — Thebai--Memnonia (El Qurna)[W.] — Colossus of Memnon — 123 AD — Colosse 23; SB 5.8339 — SEG 20.678
1 Κέλερ στρατηγὸς ἐνθαδεὶ παρῆν
Μέμνονος οὐχ ὅπως ἀκούσεται.
ἐν κονεῖ γὰρ αὐτῇ τῇ τῶν χωμάτων
παρῆν θεωρὸς καὶ προσκυνήσων ἅμ̣α.
5 Μέμνων ἐπιγνοὺς οὐδὲν ἐξεφθέγξατο.
Κέλερ δὲ ἀπῄει, ἐφ’ ἃ πάλιν π[α]ρ̣ῆν
μέσας διαστήσας ἡμέρας δύο
ἤκουσεν ἐλθὼν τοῦ θεοῦ τὸν ἠχώ,
(ἔτους) ζʹ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, Ἐπεὶφ ϛʹ, ὥραν αʹ.
Search Help
Contact Us