[ ]
Eg. — Thebai--Memnonia (El Qurna)[W.] — Colossus of Memnon — after 134 AD — Colosse 94; SB 5.8349,c — SEG 20.690
1 | Καικιλία Τρεβοῦλλα |
ἔγραψα ἀκούσασα τοῦδε Μέμνονος. | |
ἔθραυσε Καμβύσης με τόνδε τὸν λίθον, | |
βασιλέος ἑῴου εἰκόνα ἐκμεμαγμένον. | |
5 | φωνὴ δ’ ὀδυρμὸς ἦν πάλαι μοι, Μέμνονος |
τὰ πάθη γοῶσα, ἣν ἀφεῖλε Καμβύσης. | |
ἄναρθρα δ[ὴ] νῦν καὶ ἀσαφῆ τὰ φθέγγματα | |
ὀλοφύρομ[α]ι, τῆς πρόσθε λείψανον τύχης. |