[ ] Eg. — Tentyris (Dandara) — 98 AD — Portes 33; Louvre 28; SB 5.8331 — SEG 34.1616
1 ὑπὲρ Αὐτοκράτορος
Καίσαρος Τραιανοῦ Σε-
βαστοῦ Νεωτέρᾳ
θεᾷ μεγίστηι Ἰσιδώ-
5 ρα Μεγίστου ἀπὸ Τεντύ-
ρων κατεσκε{δ}ύασεν {²⁶κατεσκεύασεν}²⁶ ἐκ
τοῦ ἰδίου τὸ φρέορ {²⁶φρέαρ}²⁶ καὶ τὸ
περίβωλον {²⁶περίβολον}²⁶ ὑπὲρ ἁτῆς {²⁶αὑτῆς}²⁶ καὶ
ὑπὲρ Ἀρτβῶτος ἀνὲρ {²⁶ἀνδρὸς}²⁶ καὶ
10 τῶν τέκνων. τὸ προσκύ-
νημα Ἀπολλωνίου ἀ-
δελφὸς(!) αὐτῆς,
(ἔτους) αʹ Αὐτοκράτορος
Νέρουα Καίσαρος {τ․․λ․}
15 Τραιανοῦ Σεβαστοῦ,
[μηνὸς] Παυνὶ ηʹ·
καὶ πολλὰ δαπανήσας(!) ἰς τὸ
ἱερὸν τῆς Νεωτέρας ἡ Ἰσιδώρα
εὐσεβίας χάριν, διὰ Ὥρου Λάβυ-
20 τος, φροντιστοῦ ἱεροῦ Ἀφροδί-
της θεᾶς Νεωτέρας, ἐφρόντισε
τοῦ ἱεροῦ καὶ τοῦ φρητὸς {²⁶φρεατὸς}²⁶ καὶ τῶν
λυπῶν {²⁶λοιπῶν}²⁶ ἔργων εὐσεβίας χάριν.
Search Help
Contact Us