[ ]
Eg. — Ptolemaïs Hermiou (El Manshāh) — 98-100 AD — Inscr.métr. 652,176 — Milne 29,9265; SB 1.679 — SEG 8.642
a.1 | ὑπὲρ Αὐτοκράτορος Καίσαρος Νέρουα |
Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ | |
Ἀσκληπιῶι καὶ Ὑγιείαι τὸν ναὸν | |
καὶ τὸ τέμενος ἐπεσκεύασεν | |
5 | ἡ πόλις |
ἐπὶ Πομπηΐου Πλάντα ἡγεμόνος, | |
ἐπιστρατηγοῦντος Καλπουρνίου Σαβείνου. | |
b.1 | Παιᾶνα κλυτόμητιν ἀείσατε | κοῦροι, Λητοίδην Ἕκατον, |
ἱὲ ὦ ἱὲ παιάν, | ὃς μέγα χάρμα βροτοῖσιν ἐγείνατο | μιχθεὶς | |
ἐν φιλότητι Κορωνίδι τᾶι Φλεγυείαι, | ἰὴ παιάν, Ἀσκληπιόν, | | |
δαίμονα κλεινότατον, ἱὲ παιάν. | τοῦ δὲ καὶ ἐξεγένοντο | |
5 | Μαχάων | καὶ Ποδαλείριος ἠδ’ Ἰασὼ Ἀκεσώ τε πολύλλιτος, |
ὦ ἱὲ παιάν, | Αἴγλη τε εὐῶπις Πανάκειά τε, | Ἠπιόνης παῖδες | |
σὺν ἀγακλυτῶι εὐαυγεῖ Ὑγιείαι, | ἰὴ παιάν, Ἀσκληπιέ, | δαῖμον | |
κλεινότατε, ἱὲ παιάν. | χαῖρέ μοι, ἵλαος δ’ ἐπινείσεο | ἁμετέραν | |
πόλιν εὐρύχορον, ἱὲ ὦ ἱὲ παιάν, | δὸς δ’ ἡμᾶς χαίροντας ὁρᾶν | |
10 | φάος | ἀελίου δοκίμους σὺν ἀγακλυτῶι εὐαυγεῖ Ὑγιείαι, | |
ἰὴ παιάν, Ἀσκληπιέ, | δαῖμον σεμνότατε, ἱὲ παιάν. | | |
Νείλου δὲ ῥοὰς δώιης, μάκαρ, ἀιδίους | καὶ τᾶιδε πόλει | |
θάλος ἀμβρόσιον | πάσηι τε ἀγανὸν κλέος Αἰγύπτωι. | | |
χαῖρέ μοι, ὦ Παιάν, ἐπ’ ἐμαῖς εὔφροσι ταῖσδ’ ἀοιδαῖς, | | |
15 | χαῖρ’ ὦ Πύθι’ Ἄπολλον. |