[ ] Eg. — Alexandria: Coll. Stamati Vinga — 170 AD — Breccia 53,72; Kayser 29 — SB 5.8780
1 Αὐτοκράτορα Καίσαρα Μᾶρκον Αὐρήλιον Ἀντωνῖνο[ν]
Σεβαστὸν Ἀρμενιακὸν Μηδικὸν Παρθικὸν μέγιστον
                    ἡ πόλις
διὰ Ἀπόλλωνος ἐνάρχου ἀρχιερέως τῶν
5 κυρίων Σεβαστῶν, υἱοῦ Ἀπολλωνίου τοῦ καὶ Λεω-
νίδου γενομένου ἀρχιερέως τῶν κυρίων Σεβαστῶν̣
τοῦ Ἱέρακος νεωτέρου Λεωνίδου τοῦ Σελεύκου, πάν-
των γενομένων ἀρχιερέων τῶν κυρίων Σεβαστῶν·
ἀδελφιδοῦ Ἱέρακος νεωτέρου γενομένου ἀρχιερέως
10 τῶν κυρίων Σεβαστῶν καὶ ἀγορανόμου· ἀνεψίου Λεωνίδου ἀποδεδειγμέ-
νου ἀρχιερέως τῶν κυρίων Σεβαστῶν· ἀνεψιάδου πατρόθεν μὲν Ἀπολλωνίου πρεσ-
βυτέρου γενομένου γυμνασιάρχου καὶ ἀγορανόμου καὶ Ἀλεξάνδρου γενομένου
γυμνασιάρχου καὶ ἀγορανόμου καὶ στρατηγοῦ Ἀπολλωνοπολείτου καὶ Σεθρώτο[υ],
μητρόθεν δὲ Αὐρηλίου Πολυκλέους γενομένου ἀρχιερέως τῶν κυρίων Σεβαστῶν̣
15 καὶ βασιλικοῦ γραμματέως Μαρεώτου καὶ Ἀχιλλάμμωνος ἀρχιερατεύσαντος καὶ ἀ[γο]-
ρανομήσαντος· ἐξανεψίου Αὐρηλίου Ἀσκληπι<ά>δου γενομένου γυμνασιάρχου καὶ στρατηγοῦ̣
Ἡρακλεοπολίτου καὶ Ἀλεξάνδρου γυμνασιαρχήσα{σα}ντος {²⁶γυμνασιαρχήσαντος}²⁶ καὶ Ἀπολλωνίου τῶν̣
γεγυμνασιαρχηκότων καὶ ἠγορανομηκότων καὶ Σαραπίωνος τοῦ καὶ Σερήνου̣
γυμνασιαρχήσαντος καὶ Ἑρεννίω[ν] δύο, Πολυκλέους τοῦ καὶ Τιτιανοῦ καὶ Ἰσιδώ-
20 ρου, γενομένων γυμνασιάρχω[ν]· καὶ ὁμοίως Σαραπίωνος γενομένου ἀρχιε-
ρέως Ἁδριανείου καὶ Σεβαστῶν καὶ Ἀρείου γενομένου ἀρχιερέως Ἁδριανείου
καὶ βασιλικοῦ γραμματέως Βουσειρίτου καὶ Σαραπίωνος τοῦ καὶ Ἀμμω-
νίου γενομένου ἀρχιερέως θεοῦ Αἰλίου Ἀντωνίνου καὶ τῶν
Σεβαστῶν καὶ Ἱέρακος τοῦ καὶ Ἡραίσκου γενομένου ἀρχιερέως τῶν
25 κυρίων Σεβαστῶν καὶ ἑτέρου [Ἱ]έρακος γενομένου ἀρχιερέως Ἁδρ[ιανείου]
καὶ τῶν Σεβαστῶν· θείων, τοῦ μὲν πατρὸς, Ἱέρακος πρεσβυτέρου ἀρχιερ[ατεύ]-
σαντος καὶ Ἀπολλωνίου πρεσβυτέρου γυμνασιαρχήσαντος καὶ ἐξηγητεύσ[αν]-
τος καὶ Ἀπολλωνίου νεωτέρου γενομένου γυμνασιάρχου καὶ στρατηγοῦ Σεθρ[ώ]-
του καὶ βασιλικοῦ Βουβαστείτου καὶ Ἀπολλωνίου τρίτου γυμνασιαρχήσαν-
30 τος καὶ ἐξηγητεύσαντος καὶ Ἀσκληπιάδου γενομένου γυμνασιάρχου καὶ βα-
σιλικοῦ <γραμματέως> Σεβεννύτου ἄνω τόπων καὶ Ἀλεξάνδρου γυμνασιαρχήσαντος· τῆς δὲ μητρὸς,Ἰσι-
δώρου ἀρχιερατεύσαντος καὶ στρατηγήσαντος Ἀπολλωνοπολίτου καὶ Ἰσιδώρου τοῦ καὶ
Ζωσίμου ἀρχιερατεύσαντος. ἔτους ιαʹ Αὐτοκράτορος Καίσαρος Μάρκου
Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου, Ἁθὺρ αʹ.
Search Help
Contact Us