[ ]
Eg. — Alexandria: Coll. Stamati Vinga — 170 AD — Breccia 53,72; Kayser 29 — SB 5.8780
1 | Αὐτοκράτορα Καίσαρα Μᾶρκον Αὐρήλιον Ἀντωνῖνο[ν] |
Σεβαστὸν Ἀρμενιακὸν Μηδικὸν Παρθικὸν μέγιστον | |
ἡ πόλις | |
διὰ Ἀπόλλωνος ἐνάρχου ἀρχιερέως τῶν | |
5 | κυρίων Σεβαστῶν, υἱοῦ Ἀπολλωνίου τοῦ καὶ Λεω- |
νίδου γενομένου ἀρχιερέως τῶν κυρίων Σεβαστῶν̣ | |
τοῦ Ἱέρακος νεωτέρου Λεωνίδου τοῦ Σελεύκου, πάν- | |
των γενομένων ἀρχιερέων τῶν κυρίων Σεβαστῶν· | |
ἀδελφιδοῦ Ἱέρακος νεωτέρου γενομένου ἀρχιερέως | |
10 | τῶν κυρίων Σεβαστῶν καὶ ἀγορανόμου· ἀνεψίου Λεωνίδου ἀποδεδειγμέ- |
νου ἀρχιερέως τῶν κυρίων Σεβαστῶν· ἀνεψιάδου πατρόθεν μὲν Ἀπολλωνίου πρεσ- | |
βυτέρου γενομένου γυμνασιάρχου καὶ ἀγορανόμου καὶ Ἀλεξάνδρου γενομένου | |
γυμνασιάρχου καὶ ἀγορανόμου καὶ στρατηγοῦ Ἀπολλωνοπολείτου καὶ Σεθρώτο[υ], | |
μητρόθεν δὲ Αὐρηλίου Πολυκλέους γενομένου ἀρχιερέως τῶν κυρίων Σεβαστῶν̣ | |
15 | καὶ βασιλικοῦ γραμματέως Μαρεώτου καὶ Ἀχιλλάμμωνος ἀρχιερατεύσαντος καὶ ἀ[γο]- |
ρανομήσαντος· ἐξανεψίου Αὐρηλίου Ἀσκληπι<ά>δου γενομένου γυμνασιάρχου καὶ στρατηγοῦ̣ | |
Ἡρακλεοπολίτου καὶ Ἀλεξάνδρου γυμνασιαρχήσα{σα}ντος {²⁶γυμνασιαρχήσαντος}²⁶ καὶ Ἀπολλωνίου τῶν̣ | |
γεγυμνασιαρχηκότων καὶ ἠγορανομηκότων καὶ Σαραπίωνος τοῦ καὶ Σερήνου̣ | |
γυμνασιαρχήσαντος καὶ Ἑρεννίω[ν] δύο, Πολυκλέους τοῦ καὶ Τιτιανοῦ καὶ Ἰσιδώ- | |
20 | ρου, γενομένων γυμνασιάρχω[ν]· καὶ ὁμοίως Σαραπίωνος γενομένου ἀρχιε- |
ρέως Ἁδριανείου καὶ Σεβαστῶν καὶ Ἀρείου γενομένου ἀρχιερέως Ἁδριανείου | |
καὶ βασιλικοῦ γραμματέως Βουσειρίτου καὶ Σαραπίωνος τοῦ καὶ Ἀμμω- | |
νίου γενομένου ἀρχιερέως θεοῦ Αἰλίου Ἀντωνίνου καὶ τῶν | |
Σεβαστῶν καὶ Ἱέρακος τοῦ καὶ Ἡραίσκου γενομένου ἀρχιερέως τῶν | |
25 | κυρίων Σεβαστῶν καὶ ἑτέρου [Ἱ]έρακος γενομένου ἀρχιερέως Ἁδρ[ιανείου] |
καὶ τῶν Σεβαστῶν· θείων, τοῦ μὲν πατρὸς, Ἱέρακος πρεσβυτέρου ἀρχιερ[ατεύ]- | |
σαντος καὶ Ἀπολλωνίου πρεσβυτέρου γυμνασιαρχήσαντος καὶ ἐξηγητεύσ[αν]- | |
τος καὶ Ἀπολλωνίου νεωτέρου γενομένου γυμνασιάρχου καὶ στρατηγοῦ Σεθρ[ώ]- | |
του καὶ βασιλικοῦ Βουβαστείτου καὶ Ἀπολλωνίου τρίτου γυμνασιαρχήσαν- | |
30 | τος καὶ ἐξηγητεύσαντος καὶ Ἀσκληπιάδου γενομένου γυμνασιάρχου καὶ βα- |
σιλικοῦ <γραμματέως> Σεβεννύτου ἄνω τόπων καὶ Ἀλεξάνδρου γυμνασιαρχήσαντος· τῆς δὲ μητρὸς,Ἰσι- | |
δώρου ἀρχιερατεύσαντος καὶ στρατηγήσαντος Ἀπολλωνοπολίτου καὶ Ἰσιδώρου τοῦ καὶ | |
Ζωσίμου ἀρχιερατεύσαντος. ἔτους ιαʹ Αὐτοκράτορος Καίσαρος Μάρκου | |
Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου, Ἁθὺρ αʹ. |