[ ]
Eg. — Alexandria: Coll. Stamati Vinga — 170 AD — Breccia 53,72; Kayser 29 — SB 5.8780
| 1 | Αὐτοκράτορα Καίσαρα Μᾶρκον Αὐρήλιον Ἀντωνῖνο[ν] |
| Σεβαστὸν Ἀρμενιακὸν Μηδικὸν Παρθικὸν μέγιστον | |
| ἡ πόλις | |
| διὰ Ἀπόλλωνος ἐνάρχου ἀρχιερέως τῶν | |
| 5 | κυρίων Σεβαστῶν, υἱοῦ Ἀπολλωνίου τοῦ καὶ Λεω- |
| νίδου γενομένου ἀρχιερέως τῶν κυρίων Σεβαστῶν̣ | |
| τοῦ Ἱέρακος νεωτέρου Λεωνίδου τοῦ Σελεύκου, πάν- | |
| των γενομένων ἀρχιερέων τῶν κυρίων Σεβαστῶν· | |
| ἀδελφιδοῦ Ἱέρακος νεωτέρου γενομένου ἀρχιερέως | |
| 10 | τῶν κυρίων Σεβαστῶν καὶ ἀγορανόμου· ἀνεψίου Λεωνίδου ἀποδεδειγμέ- |
| νου ἀρχιερέως τῶν κυρίων Σεβαστῶν· ἀνεψιάδου πατρόθεν μὲν Ἀπολλωνίου πρεσ- | |
| βυτέρου γενομένου γυμνασιάρχου καὶ ἀγορανόμου καὶ Ἀλεξάνδρου γενομένου | |
| γυμνασιάρχου καὶ ἀγορανόμου καὶ στρατηγοῦ Ἀπολλωνοπολείτου καὶ Σεθρώτο[υ], | |
| μητρόθεν δὲ Αὐρηλίου Πολυκλέους γενομένου ἀρχιερέως τῶν κυρίων Σεβαστῶν̣ | |
| 15 | καὶ βασιλικοῦ γραμματέως Μαρεώτου καὶ Ἀχιλλάμμωνος ἀρχιερατεύσαντος καὶ ἀ[γο]- |
| ρανομήσαντος· ἐξανεψίου Αὐρηλίου Ἀσκληπι<ά>δου γενομένου γυμνασιάρχου καὶ στρατηγοῦ̣ | |
| Ἡρακλεοπολίτου καὶ Ἀλεξάνδρου γυμνασιαρχήσα{σα}ντος {²⁶γυμνασιαρχήσαντος}²⁶ καὶ Ἀπολλωνίου τῶν̣ | |
| γεγυμνασιαρχηκότων καὶ ἠγορανομηκότων καὶ Σαραπίωνος τοῦ καὶ Σερήνου̣ | |
| γυμνασιαρχήσαντος καὶ Ἑρεννίω[ν] δύο, Πολυκλέους τοῦ καὶ Τιτιανοῦ καὶ Ἰσιδώ- | |
| 20 | ρου, γενομένων γυμνασιάρχω[ν]· καὶ ὁμοίως Σαραπίωνος γενομένου ἀρχιε- |
| ρέως Ἁδριανείου καὶ Σεβαστῶν καὶ Ἀρείου γενομένου ἀρχιερέως Ἁδριανείου | |
| καὶ βασιλικοῦ γραμματέως Βουσειρίτου καὶ Σαραπίωνος τοῦ καὶ Ἀμμω- | |
| νίου γενομένου ἀρχιερέως θεοῦ Αἰλίου Ἀντωνίνου καὶ τῶν | |
| Σεβαστῶν καὶ Ἱέρακος τοῦ καὶ Ἡραίσκου γενομένου ἀρχιερέως τῶν | |
| 25 | κυρίων Σεβαστῶν καὶ ἑτέρου [Ἱ]έρακος γενομένου ἀρχιερέως Ἁδρ[ιανείου] |
| καὶ τῶν Σεβαστῶν· θείων, τοῦ μὲν πατρὸς, Ἱέρακος πρεσβυτέρου ἀρχιερ[ατεύ]- | |
| σαντος καὶ Ἀπολλωνίου πρεσβυτέρου γυμνασιαρχήσαντος καὶ ἐξηγητεύσ[αν]- | |
| τος καὶ Ἀπολλωνίου νεωτέρου γενομένου γυμνασιάρχου καὶ στρατηγοῦ Σεθρ[ώ]- | |
| του καὶ βασιλικοῦ Βουβαστείτου καὶ Ἀπολλωνίου τρίτου γυμνασιαρχήσαν- | |
| 30 | τος καὶ ἐξηγητεύσαντος καὶ Ἀσκληπιάδου γενομένου γυμνασιάρχου καὶ βα- |
| σιλικοῦ <γραμματέως> Σεβεννύτου ἄνω τόπων καὶ Ἀλεξάνδρου γυμνασιαρχήσαντος· τῆς δὲ μητρὸς,Ἰσι- | |
| δώρου ἀρχιερατεύσαντος καὶ στρατηγήσαντος Ἀπολλωνοπολίτου καὶ Ἰσιδώρου τοῦ καὶ | |
| Ζωσίμου ἀρχιερατεύσαντος. ἔτους ιαʹ Αὐτοκράτορος Καίσαρος Μάρκου | |
| Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου, Ἁθὺρ αʹ. |