[ ] Eg. — El Gīza: Sphinx — 1st/2nd c. AD? — SEG 8.528
1 — — — — — — — — — — — — — — — — — — — — — — — — —
  ὤλετο καὶ Θήβης τείχεα μουσόθ[ε]τα·
τοῦτο δὲ τεῖχος ἐμὸν πολέμοισι μὲν οὐχὶ μέμ[η]λ̣εν,
  οὐδ’ οἶδεν δηΐων ἔργα τε καὶ σ̣[τ]οναχάς,
5 αἰεὶ δ’ εἰλαπίναισι καὶ εὐχω̣λ̣αῖσι̣ τ̣[έθ]ηλεν
  ἠιθέων τε χοροῖς παντόθ[ε]ν ἀγρομένοις·
αὐλῶν, οὐ σάλπιγγος ἀκο̣ύομεν, αἵματ[ι] δὲ χθὼν
  ταύρων, οὐκ ἀνδρῶν δεύε̣τ’ ἐναιρομέ[ν]ων·
ἵμασι δ’ ἀνθ’ ὅπλων κοσμούμεθα, ἐν δ’ ἄρ[α] χειρὶ
10 [ο]ὐ ξίφος, ἀλλὰ κύλιξ δαιτ̣ὸς ὀχεῖθ’ ἑτά[ρη]·
[π]αννύχιοι δ’ ὑμνοῦμεν ὑπ’ αἰ[θ]ομένοις [ἱερο]ῖσι
  Ἅ̣ρμαχιν στεφάνοις κρᾶτα πυ[κ]ασσάμενο[ι].
Search Help