[ ]
Eg. — El Gīza: Sphinx — 1st/2nd c. AD? — SEG 8.528
1 | — — — — — — — — — — — — — — — — — — — — — — — — — |
ὤλετο καὶ Θήβης τείχεα μουσόθ[ε]τα· | |
τοῦτο δὲ τεῖχος ἐμὸν πολέμοισι μὲν οὐχὶ μέμ[η]λ̣εν, | |
οὐδ’ οἶδεν δηΐων ἔργα τε καὶ σ̣[τ]οναχάς, | |
5 | AI)EI\ D' EI)LAPI/NAISI KAI\ EU)XW?L?AI=SI? T?[E/Q]HLEN |
ἠιθέων τε χοροῖς παντόθ[ε]ν ἀγρομένοις· | |
αὐλῶν, οὐ σάλπιγγος ἀκο̣ύομεν, αἵματ[ι] δὲ χθὼν | |
ταύρων, οὐκ ἀνδρῶν δεύε̣τ’ ἐναιρομέ[ν]ων· | |
ἵμασι δ’ ἀνθ’ ὅπλων κοσμούμεθα, ἐν δ’ ἄρ[α] χειρὶ | |
10 | [ο]ὐ ξίφος, ἀλλὰ κύλιξ δαιτ̣ὸς ὀχεῖθ’ ἑτά[ρη]· |
[π]αννύχιοι δ’ ὑμνοῦμεν ὑπ’ αἰ[θ]ομένοις [ἱερο]ῖσι | |
Ἅ̣ρμαχιν στεφάνοις κρᾶτα πυ[κ]ασσάμενο[ι]. |