a.1 | ΝΑΟΙϹ Νέστορα τὸν φιλόκαλον κτίστην. |
b.1 | δεῦρ’ ἴδε τὰς χάριτας χαίρων, φίλε, ἅστινας ἡμῖν |
τέχνη ταῖς ψήφοις ἔμβαλε πηξαμένη, | |
τὸν Φθόνον ἐκ μέσσου καὶ ὄμματα Βασκανίης | |
τῆς ἱλαρῆς τέχνης πολλάκις εὐξάμενος. | |
5 | |
c.1 | εἴ με φιλεῖς, ὥνθρωπε, χαίρων ἐπίβαινε μελάθρων, |
ψυχὴν τερπόμενος τεχνήμασιν, οἷσιν ποθ’ ἡμῖν | |
πέπλον ἱμερόεντα Χαρίτων ἡ Κύπρις ὕφανεν, | |
λεπταλέῃ ψηφῖδι χάριν δ’ ἐνεθήκατο πολλήν. |