[ ]
Eg. — Xoïs (Sakha) — end 2nd c. AD — SEG 8.464
I | {²Moschion to Osiris:}² |
1 | σῆς ἀρετῆς μνήμην, πανυπείροχε κοίραν’ Ὄσιρι, |
στήληι ἀναγράψας σηκοῦ ἐπὶ προπύλοις | |
ἄνθεμα τοῦθ’ Ἕλλησι καὶ ἐνδαπίοισιν ἀμοιβὴν | |
ἕστακα κηρύσσων πλινθίδος ἐν σελίσιν. | |
5 | |
II.4a | {²The stele to the passer-by:}² |
5 | τί με τὴν ἀΰπνοις φροντίσιν εὕδουσαν ἐγείρων |
σκύλλεις, ἀνερευνᾶν ἐθέλων, ὡς περίεργον | |
κοὐχ ἁπλῆν ἔχουσαν κανόνων εὔθετον ὄψιν; | |
ὁ γὰρ εὐσεβίην καὶ τὸ καλῶς ἔχον προτιμῶν | |
χαριτήσιον ὧν προέπαθεν ἀνατιθεὶς θεῶι με | |
10 | Μοσχίων μερίμνης ἀγαθῆς ἔδωκε πεῖραν, |
οὐ παχεῖ λόγωι πλάσας τι, γυμνάσας δ’ ἑαυτὸν | |
κἀμὲ καταπονήσας συνέπεισεν ἡσυχάζειν· | |
κοὐ μόνον παραστιχίδι με τοῖς μαθεῖν θέλουσιν | |
ἐνεφάνισε, πανούργως ὑποθεὶς δ’ ἔπος τι καινὸν | |
15 | χειραγωγίηι διάφορον, εἰδὼς ὅτι τοὺς μὲν |
ἀγκύλην ἔχοντας διάνοιαν ἐπιμελῶς δεῖ | |
μισθὸν ἀμαθίης λαβόντας ὀψέ ποτε φρονῆσαι, | |
τοὺς δ’ ἐπὶ σοφίηι κριθέντας ἀνεπίτακτον ἕξειν | |
παράκλησιν ἵν’ ἐκ κλύδωνος ἠρεμεῖν μ’ ἀφῶσιν. | |
20 | συνιέντι θέλω λέγειν τι, συνιέντι δὲ μηδὲν |
μὴ μάτην με κόπτειν, ἑτέροις τόπον δὲ δοῦναι. | |
ἀνάθημα γὰρ εὐχῆς θεὸς ἡδέως δέδορκεν. | |
III.22a | {²Osiris to Moschion:}² |
23 | δέρκομαι εὐχωλῆς πινυτόφρονος ἄνθεμα τερπνόν, |
δέρκομαι, εὐσεβίη τ’ οὔ με παρετρόχασεν, | |
25 | ἀνθ’ ὧν τιμήεντα λαχὼν εὔελπιν ἔπαινον |
ἐκ φρενὸς ἡμετέρης γηθόσυνος κόμισαι. | |
26a | {²The Greek abacus:}² |
27 | Ὀσίριδι Μοσχίων ὑγιασθεὶς τὸν πόδα ἰατρείαις. |
IV.27a | {²Moschion to the passer-by:}² |
28 | μέσην μέσης τῆς πλινθίδος τὴν χειραγωγὸν ἀρχὴν |
λαβών, ἴχνευε προβλέπων, ἵν’ εὐσύνοπτος ἦι σοι | |
30 | ἡ παῦλλα τῶν ἐμῶν πόνων κα̣ὶ πλινθίδος μέριμνα· |
χὠσεί τις ἴδρις πολυπόνου φυτουργίης ὑπάρχων, | |
ἐντεῦθεν ἐκ πηγῆς ἄγων μελιρύτου τιν’ ὁρμὴν | |
ἄρδευ’ ἐς ὄρχους πολυμερεῖς στοιχηδὸν ἐξελίσσων. | |
εἰς τέσσαρας μὲν οὖν τιθεὶς πανουργίης ἀριθμοὺς | |
35 | τὸ σῶμ’ ὅλον μή που λάθηις καὶ συνχέας προσάψηις |
σὸν ἀγνόημ’ ἁμαρτάνων τῶι μηθὲν ἀγνοοῦντι. | |
τάξιν γὰρ εὑρὼν ποικίλως διατρέχουσαν ἑξῆς | |
πηγῆς τε πρὸς τέρμ’ ἐξ ἴσου σύμφωνον ἀποτελεσμόν, | |
συνεὶς ἀνάθεμά τ’ εὐμενῶς ὡς κοίρανος δέδορκεν | |
40 | καὶ καρπὸν οἷον ἐκ φρενὸς θείας λαβὼν κομίζω, |
σαφῶς ἐρεῖς πεισθεὶς ἐμοὶ θ̣[— — — — — — — — —]. | |
V.41a | {²The abacus to the passer-by:}² |
42 | μή με θαυμάσηις, εἰ πολύχωρος οὖσ’ ἄδηλον |
ὄμμασιν φέρω φαντασίην· οὐ δύναται γὰρ | |
στοιχεῖά τις εὔγνωστα τιθεὶς μὴ οὐκ ἀποκρύψαι | |
45 | χώρην, ἵνα τῶι θέλοντι καὶ πλάνην παράσχηι. |
ἵνα δὲ μὴ μακρὴν κεἰς ἄπορον τράπηις ἀταρπόν, | |
ὡς ἂν ἰσαρίθμων Πιερίσιν στίχων κατάσχηις | |
νοῦν, ἀποκνίσας εὐξύνετον γράμμ’ ἀφ’ ἑκάστου, | |
ὅρμησον ἐφ’ ἣν τέθεικε χειραγωγὸν ἀρχήν· | |
50 | σημανεῖ γάρ, εἰ πύθοιο, κἢν ὀρθὸν ἔχηις νοῦν. |
42/50 | {²vertically down, at left, repeating the acrostich:}² Μοσχίονος. |
VI.50a | {²Osiris to Moschion:}² |
51 | δέρκομαι εὐχωλῆς πινυτόφρονος ἄνθεμα τερπνόν, |
δέρκομαι, εὐσεβίη τ’ οὔ με παρετρόχασεν· | |
ἀνθ’ ὧν τιμήεντα λαχὼν εὔελπιν ἔπαινον | |
ἐκ φρενὸς ἡμετέρης γηθόσυνος κόμισαι. |