[ ] Eg. — Xoïs (Sakha) — end 2nd c. AD — SEG 8.464
I        {²Moschion to Osiris:}²
1 σῆς ἀρετῆς μνήμην, πανυπείροχε κοίραν’ Ὄσιρι,
  στήληι ἀναγράψας σηκοῦ ἐπὶ προπύλοις
ἄνθεμα τοῦθ’ Ἕλλησι καὶ ἐνδαπίοισιν ἀμοιβὴν
  ἕστακα κηρύσσων πλινθίδος ἐν σελίσιν.
5
II.4a      {²The stele to the passer-by:}²
5 τί με τὴν ἀΰπνοις φροντίσιν εὕδουσαν ἐγείρων
σκύλλεις, ἀνερευνᾶν ἐθέλων, ὡς περίεργον
κοὐχ ἁπλῆν ἔχουσαν κανόνων εὔθετον ὄψιν;
ὁ γὰρ εὐσεβίην καὶ τὸ καλῶς ἔχον προτιμῶν
χαριτήσιον ὧν προέπαθεν ἀνατιθεὶς θεῶι με
10 Μοσχίων μερίμνης ἀγαθῆς ἔδωκε πεῖραν,
οὐ παχεῖ λόγωι πλάσας τι, γυμνάσας δ’ ἑαυτὸν
κἀμὲ καταπονήσας συνέπεισεν ἡσυχάζειν·
κοὐ μόνον παραστιχίδι με τοῖς μαθεῖν θέλουσιν
ἐνεφάνισε, πανούργως ὑποθεὶς δ’ ἔπος τι καινὸν
15 χειραγωγίηι διάφορον, εἰδὼς ὅτι τοὺς μὲν
ἀγκύλην ἔχοντας διάνοιαν ἐπιμελῶς δεῖ
μισθὸν ἀμαθίης λαβόντας ὀψέ ποτε φρονῆσαι,
τοὺς δ’ ἐπὶ σοφίηι κριθέντας ἀνεπίτακτον ἕξειν
παράκλησιν ἵν’ ἐκ κλύδωνος ἠρεμεῖν μ’ ἀφῶσιν.
20 συνιέντι θέλω λέγειν τι, συνιέντι δὲ μηδὲν
μὴ μάτην με κόπτειν, ἑτέροις τόπον δὲ δοῦναι.
ἀνάθημα γὰρ εὐχῆς θεὸς ἡδέως δέδορκεν.
III.22a        {²Osiris to Moschion:}²
23 δέρκομαι εὐχωλῆς πινυτόφρονος ἄνθεμα τερπνόν,
  δέρκομαι, εὐσεβίη τ’ οὔ με παρετρόχασεν,
25 ἀνθ’ ὧν τιμήεντα λαχὼν εὔελπιν ἔπαινον
  ἐκ φρενὸς ἡμετέρης γηθόσυνος κόμισαι.
26a         {²The Greek abacus:}²
27 Ὀσίριδι Μοσχίων ὑγιασθεὶς τὸν πόδα ἰατρείαις.
IV.27a       {²Moschion to the passer-by:}²
28 μέσην μέσης τῆς πλινθίδος τὴν χειραγωγὸν ἀρχὴν
λαβών, ἴχνευε προβλέπων, ἵν’ εὐσύνοπτος ἦι σοι
30 ἡ παῦλλα τῶν ἐμῶν πόνων κα̣ὶ πλινθίδος μέριμνα·
χὠσεί τις ἴδρις πολυπόνου φυτουργίης ὑπάρχων,
ἐντεῦθεν ἐκ πηγῆς ἄγων μελιρύτου τιν’ ὁρμὴν
ἄρδευ’ ἐς ὄρχους πολυμερεῖς στοιχηδὸν ἐξελίσσων.
εἰς τέσσαρας μὲν οὖν τιθεὶς πανουργίης ἀριθμοὺς
35 τὸ σῶμ’ ὅλον μή που λάθηις καὶ συνχέας προσάψηις
σὸν ἀγνόημ’ ἁμαρτάνων τῶι μηθὲν ἀγνοοῦντι.
τάξιν γὰρ εὑρὼν ποικίλως διατρέχουσαν ἑξῆς
πηγῆς τε πρὸς τέρμ’ ἐξ ἴσου σύμφωνον ἀποτελεσμόν,
συνεὶς ἀνάθεμά τ’ εὐμενῶς ὡς κοίρανος δέδορκεν
40 καὶ καρπὸν οἷον ἐκ φρενὸς θείας λαβὼν κομίζω,
σαφῶς ἐρεῖς πεισθεὶς ἐμοὶ θ̣[— — — — — — — — —].
V.41a      {²The abacus to the passer-by:}²
42 μή με θαυμάσηις, εἰ πολύχωρος οὖσ’ ἄδηλον
ὄμμασιν φέρω φαντασίην· οὐ δύναται γὰρ
στοιχεῖά τις εὔγνωστα τιθεὶς μὴ οὐκ ἀποκρύψαι
45 χώρην, ἵνα τῶι θέλοντι καὶ πλάνην παράσχηι.
ἵνα δὲ μὴ μακρὴν κεἰς ἄπορον τράπηις ἀταρπόν,
ὡς ἂν ἰσαρίθμων Πιερίσιν στίχων κατάσχηις
νοῦν, ἀποκνίσας εὐξύνετον γράμμ’ ἀφ’ ἑκάστου,
ὅρμησον ἐφ’ ἣν τέθεικε χειραγωγὸν ἀρχήν·
50 σημανεῖ γάρ, εἰ πύθοιο, κἢν ὀρθὸν ἔχηις νοῦν.
42/50 {²vertically down, at left, repeating the acrostich:}² Μοσχίονος.
VI.50a          {²Osiris to Moschion:}²
51 δέρκομαι εὐχωλῆς πινυτόφρονος ἄνθεμα τερπνόν,
  δέρκομαι, εὐσεβίη τ’ οὔ με παρετρόχασεν·
ἀνθ’ ὧν τιμήεντα λαχὼν εὔελπιν ἔπαινον
  ἐκ φρενὸς ἡμετέρης γηθόσυνος κόμισαι.
Search Help
Contact Us