[ ] Eg. — Memphis (Mit Riheina)? — 2nd/1st c. BC — GVI 1313
1 στῆθι λάον κατενῶπα τελώριον
ἐν τριόδοισι, | ξεῖνε, καὶ εὑρήσεις γρ-
μματι ῥηγνύμενον· | ἠὺ δ’ ὄπα προχέ-
ων στενάχιζέ με τὴν προμολοῦσαν |
5 εἰς ἐνέρους ὁσίην ἀσπίδα τηλέβιον
δυσμενέων ὑπὸ χερσί· τί σοι πλέον, αἰνό-
τατ’ ἀνδρῶν, | ἐστίν, ὅτι ζωῆς τῆσδέ με
ἀπεστέρεσας; | σοὶ γὰρ ὁμοῦ καὶ ἔρεσσι
κέλωρ’ ἐμὰ θεσπέσι’ ἔσται· | οὐκ οἴημ ἐπὶ
10 γῆς ἔκτανες οὖσαν ἐμέ, | ἀλλ’ ὅσα περ
ψάμαθος παρὰ θῖν’ ἁλὸς ἔσχεν ἀριθμά, |
τόσσον ἐπιχθόνιοι θῆρες ἔχουσι γένος· |
ἦ σὲ μὲν οὐχ ὕπατον, πύματον δ’ Ἀίδην̣
πελάσουσι, | ὄμμασι δερκόμενον σῶν ἐ-
15 ρέων θάνατον.
Search Help
Contact Us