[ ] Eg. — Hermoupolis Magna (El Ashmūnein) — 2nd c. AD? — GVI 1975
1 τὸν Ἐπιμάχου με παῖδα μὴ παραδράμῃς,
ὁδεῖτα, σο̣ιγῇ· μεῖνον, οὐ δυσωδία
παρ’ ἐμοί σε λυπεῖ τῆς ἀηδοῦς κεδρίας·
σταθεὶς ἐπάκουσον ὀλίγον εὐώδους νεκροῦ.
5 τῆς γειναμένης ὁ πάππος ἄρξας εὐγενῶς
Ἐπίμαχον ἔσχεν υἱὸν οὐκ [ἐ]ψευσμένον
οὐδ’ αὐτὸν εὐθὺς τὸ γένος· ἐπὶ τῶι πατρὶ γὰρ
ἀγορανομίαν ἀπέδωκε τῇ πόλει καλῶς·
οὑμὸς πατήρ ἐσθ’ οὗτος· ἐπίσημος πλέον
10 ἱπποτροφῶν ἐγένετο νίκαις μυρίαις.
ἔγνως με, ἀνέμνησέν σε τὸ στάδιον ταχύ.
μειράκιον ὄντα, μοῦνα δέ με δώδεκα
ἔτη βιώσαντ’, εὐθέως Ἱ[μαρ]μένης
τέλος πονηρὸν ἢ Θανάτου κοινὸς νόμος
15 ἐμάρανε, Βηχὶ χρησάμενος διακόνωι.
βλέπε, μὴ δακρύσῃς, φίλτατ’· αὐτὸ τοῦτο γὰρ
μεισῶν ἐκέλευσα μηδὲ τὰς καλουμένας
θρηνητρίας μοι τὸν Φιλερμῆν παραλαβεῖν
εὔνουν ἀδελφὸν ὄντα μοι καὶ γνήσιον,
20 οὐ τῆι φύσει μὲν (ἧιπερ ἦν ἀνεψιός),
στοργῆι δὲ νικήσαντα καὶ τάξιν πατρός·
τούτωι προσέταξα μή με θρηνεῖν μηδόλως
μηδὲ κατορύξαντ’ αὖθις ἀνορύττειν πάλιν,
μιᾶι δὲ καὶ μόνηι με περιβαλεῖν ταφῆι
25 χωρὶς κεδρίας καὶ τῆς δυσώδους ἀποφορᾶς,
ἵνα μή με φεύγῃς οἷα τοὺς ἄλλους νεκρούς.
26a             {²below:}²
27 εἰ καὶ Μοῖρα πρόμοιρον ἀπήγαγεν εἰς Ἄιδός με,
  τοῖς νεκρῶν θρήνοις οὐκ ἐπιτερπόμεθα,
οὐδὲ ταφαῖς πολλαῖς καὶ θηλυτέροις ὀλοφυρμοῖς·
30   κοινὸς γὰρ πάντων λυσιμελὴς θάνατος.
Search Help
Contact Us