[ ] Eg. — Memphis (Mit Riheina) — 2nd/3rd c. AD — GVI 1245
1 ἁγνοφύτου ῥί-
ζης ἀγαθὸν βλάστ-
ημα, πολεῖται, | κλαύ-
σατέ με, Πολίτταν,
5 τὴν πᾶσι ἀρηρέκο-
<υσαν>, | <ἣ> πὰρ μητρὶ ἄμεμπ-
τος, ἀνέγκλητος
παρὰ πατρὶ, | πεντ-
αετῆ ζώω, αἰεὶ {αν}
10 ἀπληξαμένη. | οὐ μ-
όνον ἐν κήποις {ι}
κάλυκες φύεται
ῥόδον, ἀλλὰ | καὶ Πόλιττα παντο-
θαλὴς ἀνέφυ· | κῖ-
15 με δ’ εἰς Ἀίδα αἰφ-
νιδίως ἁρπασθῖσ-
σα. | ποῦ στολαί, π-
οῦ χρυσία, <τοῖς> κοσμηθῖ-
σα ὑπὸ πατρός; | οἰ-
20 κτρὸν μὲν τ<ὸ> θαν-
εῖν, πᾶσιν δὲ βροτοῖς
ἐπεκλώσθηι, |
τοῦτο φυγεῖν δ’ οὐδεὶς
θνητὸς ἐὼν δύναται.
Search Help
Contact Us